2017-11-02 21:34:33
Φωτογραφία για Ανακομιδή των Ιερών Λειψάνων του Αγίου Γεωργίου του Μεγαλομάρτυρα και Τροπαιοφόρου και Ανάμνηση εγκαινίων του Ναού του στη Λύδδα της Ιόππης
Ἀπολυτίκιον

Ἦχος δ’.

Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον

Ἦχος πλ.δ’. Τῇ ὑπερμάχῳ.

Τῇ ὑπερμάχῳ καὶ ταχείᾳ ἀντιλήψει σου, προσπεφευγότες οἱ πιστοὶ καθικετεύομεν, λυτρωθῆναι παρὰ τοῦ Χριστοῦ Ἀθλοφόρε, τῶν σκανδάλων τοῦ ἐχθροῦ τοὺς ἀνυμνούντας σε, καὶ παντοίων ἐκ κινδύνων καὶ κακώσεων· ἵνα κράζωμεν, Χαίροις Μάρτυς Γεώργιε.

Ὁ Οἶκος

Μέγας ἐν προστασίαις ἐπὶ γῆς ἀνεδείχθης, τοῦ Κυρίου θεράπον καὶ φίλε· τὸν πιστὸν γὰρ λαὸν περισκέπων, σῴζεις ἀεὶ Ἔνδοξε· διὸ πίστει καὶ πόθῳ βοῶμέν σοι πολύαθλε.

Χαῖρε, δι' οὗ φρυκτωρεῖται ὁ κόσμος, χαῖρε, δι' οὗ ὁ στρατὸς καταλάμπει.

Χαῖρε, τῶν πιστῶν αἰχμαλώτων ἡ λύτρωσις, χαῖρε, δεσμωτῶν ἡ ὀξεῖα ἀντίληψις.

Χαῖρε, ὕψος τῶν ἐκ πίστεως προστρεχόντων σοι θερμῶς,

χαῖρε, πλοῦτος τῶν ποθούντων σε, καὶ ἐν θλίψει χαρμονή.

Χαῖρε, ὅτι ὑπάρχεις βασιλέων τὸ τεῖχος, χαῖρε, ὅτι παρέχεις ἐν πολέμοις τὸ νῖκος.

Χαῖρε, ἀστὴρ φωτίζων τοὺς πλέοντας, χαῖρε, λυτὴρ παντοίας κακώσεως.

Χαῖρε, εἰς ὃν πᾶς πιστὸς καταφεύγει, χαῖρε, δι' οὗ εὐφημεῖται ὁ πλάστης.

Χαίροις, Μάρτυς Γεώργιε.

Μεγαλυνάριον

Πλῆρες εὐωδίας ἁγιασμοῦ, δίκην μυροθήκης, ἐκ λαγόνων ὤφθη τῆς γῆς, τὸ σεπτόν σου σκῆνος, Γεώργιε παμμάκαρ, ἀρωματίζον κόσμῳ, θαυμάτων χάριτας.

Ο τάφος του Αγίου Γεωργίου στη Λύδδα
paraklisi
ΦΩΤΟΓΡΑΦΙΕΣ
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ