2017-12-02 08:56:02
Φωτογραφία για Σήμερα 2 Δεκεμβρίου, η Εκκλησία μας τιμά την μνήμη του Οσίου  Πορφυρίου του Καυσοκαλυβίτου, του διορατικού και θαυματουργού
Ἀπολυτίκιον

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Ἰχνηλάτης τῶν πάλαι πατέρων γέγονας, Ἁγιωνύμου τοῦ Ὄρους ἀσκήσας Σκήτῃ σεπτῇ, Τριάδος τῆς Ζωαρχικῆς, τῶν Καυσοκαλυβίων, ἄβυσσος θείων δωρεῶν, λυτήρ δεινῶν ἀσθενειῶν, ἐδείχθης ὦ θεοφόρε. Πορφύριε οἰκουμένης, πάσης, ποιμήν ἡμῶν καί στήριγμα.

Ἕτερον Ἀπολυτίκιον

Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

(Ὑπὸ Εὐαγγέλου Καραδήμου)

Τῆς Εὐβοίας τὸν γόνον, Οἰκουμένης ἀγλάϊσμα (πρώτη γραφή: πανελλήνων τὸν Γέροντα), τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς ἰᾶται πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἕτερον Ἀπολυτίκιον

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

(Ὑπὸ Χαραλάμπους Μπούσια)

Προγιγνώσκειν τὸ μέλλον σοφῶς, Πορφύριε, ὡς ἀντιμίσθιον πόνων καὶ βιοτῆς εὐσεβοῦς χάριν δέδωκέ σοι ἄνωθεν ὁ Κύριος· ἄνθος Εὐβοίας ἱερόν, ἐκ τοῦ Ἄθω μυστικῶς πρὸς κήπους μετεφυτεύθης ἀλήκτου δόξης πρεσβεύειν Χριστῷ ὑπὲρ τῶν εὐφημούντων σε.


Ἕτερον Ἀπολυτίκιον

Ἦχος πλ. δ´. Ὀρθοδοξίας ὁδηγέ.

(Ὑπὸ Ἀδαμαντίας Πιπεράκη)

Φωτὸς χωρίον τοῦ Θεοῦ καὶ χαρισμάτων τοῦ Πνεύματος ἔμπλεως, τῶν ἱερέων καλλονή, τῶν μοναστῶν κανὼν ἀκριβέστατος, Πορφύριε σοφέ, τῇ διακρίσει λάμψας καὶ θαύμασι, Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερον Ἀπολυτίκιον

Ἦχος δ´. Ταχὺ προκατάλαβε.

(Ἀγνώστου ποιητοῦ - εὑρέθησαν στὸ κελλίον τοῦ Γέροντος ὡς χειρόγραφα, ὡς προσευχὴ ἀγνώστων προσκυνητῶν καὶ ἁπλῶς παρατίθενται ἐδῶ, δὲν προτείνονται πρὸς ψαλμῴδησιν)

Ὁσίως διέπρεψας ἐν μέσῳ ἄστει σοφέ, τὴν κλῆσιν δεξάμενος ἀπὸ κοιλίας μητρός· ὅθεν προσκαρτεροῦντες τὸ πλήρωμα τοῦ χρόνου, προσέτι μαρτυρίᾳ πλείω τούτων δοθῆναι, ἵνα ἀκαταπαύστως τὴν δόξαν σου ὑμνοῦμεν, αἰτούμενοι ἐλέους τῷ σὲ ἁγιάσαντι.

Ἕτερον Ἀπολυτίκιον

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

(Ἀγνώστου ποιητοῦ - εὑρέθησαν στὸ κελλίον τοῦ Γέροντος ὡς χειρόγραφα, ὡς προσευχὴ ἀγνώστων προσκυνητῶν καὶ ἁπλῶς παρατίθενται ἐδῶ, δὲν προτείνονται πρὸς ψαλμῴδησιν)

Πνευματέμφορος ὅλος καὶ ἀπαθέστατος, διακρίσεως φάρος φωτοειδέστατος, ἱερατεύων τῷ Χριστῷ, ὡς ἰσάγγελος ὤφθης. Προφήτης θαυμαστός, τὰ ἐγγὺς καὶ τὰ μακράν, προβλέπεις ὅσιε Πάτερ, Πορφύριε θεοφόρε, Ἁγίου Ὄρους τὸ ἀγαλλίαμα.

Κοντάκιον

Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

(Ὑπὸ Ἀδαμαντίας Πιπεράκη)

Ὡς παιδιόθεν τὸν Χριστὸν χαίρων ἠγάπησας, καὶ τὰ τοῦ βίου ἀγαθὰ ἀπαρνησάμενος, τὴν τοῦ Ἄθωνος κατέλαβες πολιτείαν, τὸν τῆς πτώσεως χιτῶνα ἐκδυσάμενος, ἀνεδείχθης τῆς Τριάδος ἐνδιαίτημα καὶ πρεσβεύεις ἀεί, Πάτερ ὅσιε, σωθῆναι ἡμᾶς.

Ἕτερον Κοντάκιον

Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

(Ὑπὸ Χαραλάμπους Μπούσια)

Τὸν ὑακίνθῳ καὶ πορφύρᾳ ταπεινώσεως, ὑπακοῆς τε καὶ ἀγάπης στολισάμενον τῆς ψυχῆς αὐτοῦ τὸ ἔνδυμα καὶ ὀφθέντα χαρισμάτων θείου πνεύματος ἐκσφράγισμα εὐφημήσωμεν σοφίας ὡς διδάσκαλον ἀνακράζοντες· Χαίροις, μάκαρ Πορφύριε.

Ἕτερον Κοντάκιον

Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

(Ὑπὸ Εὐαγγέλου Καραδήμου)

Τοῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον καὶ τῆς πανάγνου Θεοτόκου προσφιλέστατον, ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας. Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας καὶ φρουρεῖ καὶ πρεσβεύει ὅπως τύχωμεν θεώσεως. Ὅθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.

Ἕτερον Κοντάκιον

Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Ἁγίων Πάντων ὁ χορός νῦν εὐφραινέσθωσαν καί ὀρθοδόξων τά πληρώματα χαιρέτωσαν, ὅτι ἄρτι τῇ Ἐκκλησίᾳ, λαμπρός ἀστήρ ἐφάνη. Τριάδος τῆς Ἁγίας Σκήτης σεπτῆς, τῶν Καυσοκαλυβίων κόσμος φανείς. Διό κράζομεν, χαίροις πάτερ Πορφύριε.

Μεγαλυνάριον

Χαῖρε καί εὐφραίνου Σκήτη λαμπρά, Καυσοκαλυβίων, ἐν σοί ηὔγασεν ἀληθῶς, ἄστρον καταυγάσαν, τήν οἰκουμένην πάσαν, καί πάντας ἀφυπνίζων, πρός βίον κρείττονα.

Ἕτερον Μεγαλυνάριον

(Ὑπὸ Εὐαγγέλου Καραδήμου)

Χαίροις χαρισμάτων ὁ θησαυρὸς καὶ τῶν ἰαμάτων ἡ πηγὴ ἡ θαυματουργός. Χαίροις ὁ προφήτης ὁ νέος Ἐκκλησίας, Πορφύριε, τρισμάκαρ, Ἄθωνος καύχημα.

Ἕτερον Μεγαλυνάριον

(Ὑπὸ Χαραλάμπους Μπούσια)

Χαίροις, ὁ χαρίτων πλησθεὶς πολλῶν ἐν ἐσχάτοις χρόνοις καὶ ἰθύνας πιστοὺς καλῶς πρὸς λειμῶνας θείους, ἀστὴρ θεοσοφίας καὶ ἀκραιφνοῦς ἀγάπης, πάτερ Πορφύριε.

Ἕτερον Μεγαλυνάριον

(Ὑπὸ Ἀδαμαντίας Πιπεράκη)

Χαίροις τῆς Εὐβοίας γόνος ἐσθλός, καὶ ὑπερουσίου τῆς Τριάδος μυσταγωγός· χαίροις τοῦ ἀκτίστου, φωτὸς τοῦ Θαβωρίου, αἱρέτης καὶ δοχεῖον, Πάτερ Πορφύριε.
paraklisi
VIDEO
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ