2018-01-16 22:12:25
Φωτογραφία για Βίος και Πολιτεία του Οσίου πατρός ημών Αντωνίου
Ἁγίου Ἀθανασίου

Ἀγαθὴν ἅμιλλαν ἐνεστήσασθε πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχοὺς, ἤτοι παρισωθῆναι, ἢ καὶ ὑπερβάλλεσθαι τούτους προελόμενοι τῇ κατ’ ἀρετὴν ὑμῶν ἀσκήσει.

Καὶ γὰρ καὶ παρ’ ὑμῖν λοιπὸν μοναστήρια, καὶ τὸ τῶν μοναχῶν ὄνομα πολιτεύεται.

Ταύτην μὲν οὖν τὴν πρόθεσιν δικαίως ἄν τις ἐπαινέσειε, καὶ εὐχομένων ὑμῶν, ὁ Θεὸς τελειώσειεν·

ἐπειδὴ δὲ ἀπῃτήσατε καὶ παρ’ ἐμοῦ περὶ τῆς πολιτείας τοῦ μακαρίου Ἀντωνίου, μαθεῖν θέλοντες ὅπως τε ἤρξατο τῆς ἀσκήσεως, καὶ τίς ἦν πρὸ ταύτης, καὶ ὁποῖον ἔσχε τοῦ βίου τὸ τέλος, καὶ εἰ ἀληθῆ τὰ περὶ αὐτοῦ λεγόμενά ἐστιν, ἵνα καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἑαυτοὺς ἀγάγητε·

μετὰ πολλῆς προθυμίας ἐδεξάμην τὸ παρ’ ὑμῶν ἐπίταγμα.

Κἀμοὶ γὰρ μέγα κέρδος ὠφελείας ἐστὶ καὶ τὸ μόνον Ἀντωνίου μνημονεύειν.

Οἶδα δὲ, ὅτι καὶ ὑμεῖς ἀκούσαντες, μετὰ τοῦ θαυμάσαι τὸν ἄνθρωπον, θελήσετε καὶ ζηλῶσαι τὴν ἐκείνου πρόθεσιν·


ἔστι γὰρ μοναχοῖς ἱκανὸς χαρακτὴρ πρὸς ἄσκησιν ὁ Ἀντωνίου βίος.

Οἷς μὲν οὖν ἠκούσατε περὶ αὐτοῦ παρὰ τῶν ἀπαγγειλάντων, μὴ ἀπιστήσητε, ὀλίγα δὲ μᾶλλον ἀκηκοέναι παρ’ αὐτῶν νομίζετε·

πάντως γὰρ κἀκεῖνοι μόγις τοσαῦτα διηγήσαντο.

Ἐπεὶ κἀγὼ, προτραπεὶς παρ’ ὑμῶν, ὅσα ἂν διὰ τῆς ἐπιστολῆς σημανῶ, ὀλίγα τῶν ἐκείνου μνημονεύσας ἐπιστείλω·

καὶ ὑμεῖς δὲ μὴ παύσησθε τοὺς ἐνθένδε πλέοντας ἐρωτᾷν.

Ἴσως γὰρ, ἑκάστου λέγοντος ὅπερ οἶδε, μόγις ἐπαξίως ἡ περὶ ἐκείνου γένηται διήγησις.

Ἐβουλόμην γὰρ οὖν, δεξάμενος ὑμῶν τὴν ἐπιστολὴν, μεταπέμψασθαί τινας τῶν μοναχῶν, τῶν μάλιστα πυκνότερον εἰωθότων πρὸς αὐτὸν παραγίνεσθαι·

ὡς ἄν τι πλέον μαθὼν πληρέστερον ὑμῖν ἐπιστείλω·

ἐπειδὴ δὲ γὰρ καὶ ὁ καιρὸς τῶν πλωΐμων συνέκλειε, καὶ ὁ γραμματοφόρος ἔσπευδε·

διὰ τοῦτο ἅπερ αὐτός τε γινώσκω (πολλάκις γὰρ αὐτὸν ἑώρακα), καὶ ἃ μαθεῖν ἠδυνήθην παρ’ αὐτοῦ, ἀκολουθήσας αὐτῷ χρόνον οὐκ ὀλίγον, καὶ ἐπιχέων ὕδωρ κατὰ χεῖρας αὐτοῦ, γράψαι τῇ εὐλαβείᾳ ὑμῶν ἐσπούδασα·

πανταχοῦ τῆς ἀληθείας φροντίσας, ἵνα μήτε πλέον τις ἀκούσας ἀπιστήσῃ, μήτε πάλιν ἐλάττονα τοῦ δέοντος μαθὼν, καταφρονήσῃ τοῦ ἀνδρός.

Ἀντώνιος γένος μὲν ἦν Αἰγύπτιος, εὐγενῶν δὲ γονέων καὶ περιουσίαν αὐτάρκη κεκτημένων, καὶ Χριστιανῶν αὐτῶν ὄντων, Χριστιανικῶς ἀνήγετο καὶ αὐτός.

Καὶ παιδίον μὲν ὢν, ἐτρέφετο παρὰ τοῖς γονεῦσι, πλέον αὐτῶν καὶ τοῦ οἴκου μηδὲν ἕτερον γινώσκων·

ἐπειδὴ δὲ καὶ αὐξήσας ἐγένετο παῖς, καὶ προέκοπτε τῇ ἡλικίᾳ, γράμματα μὲν μαθεῖν οὐκ ἠνέσχετο, βουλόμενος ἐκτὸς εἶναι καὶ τῆς πρὸς τοὺς παῖδας συνηθείας·

τὴν δὲ ἐπιθυμίαν πᾶσαν εἶχε, κατὰ τὸ γεγραμμένον περὶ τοῦ Ἰακὼβ, ὡς ἄπλαστος οἰκεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ.

Συνήγετο μέντοι μετὰ τῶν γονέων ἐν τῷ Κυριακῷ·

καὶ οὔτε ὡς παῖς ἐῤῥᾳθύμει, οὔτε ὡς τῇ ἡλικίᾳ προκόπτων κατεφρόνει·

ἀλλὰ καὶ τοῖς γονεῦσιν ὑπετάσσετο, καὶ τοῖς ἀναγνώσμασι προσέχων, τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐν ἑαυτῷ διετήρει.

Οὔτε δὲ πάλιν ὡς παῖς ἐν μετρίᾳ περιουσίᾳ τυγχάνων ἠνώχλει τοῖς γονεῦσι ποικίλης καὶ πολυτελοῦς ἕνεκα τροφῆς, οὔτε τὰς ἐκ ταύτης ἡδονὰς ἐζήτει·

μόνοις δὲ οἷς ηὕρισκεν ἠρκεῖτο, καὶ πλέον οὐδὲν ἐζήτει.

Μετὰ δὲ τὸν θάνατον τῶν γονέων, αὐτὸς μόνος κατελείφθη μετὰ μιᾶς βραχυτάτης ἀδελφῆς·

καὶ ἦν ἐτῶν ἐγγὺς δέκα καὶ ὀκτὼ, ἢ καὶ εἴκοσι γεγονὼς, αὐτός τε τῆς οἰκίας καὶ τῆς ἀδελφῆς ἐφρόντιζεν.

Οὔπω δὲ μῆνες ἓξ παρῆλθον τοῦ θανάτου τῶν γονέων αὐτοῦ, καὶ κατὰ τὸ εἰωθὸς προερχόμενος εἰς τὸ Κυριακὸν, καὶ συνάγων ἑαυτοῦ τὴν διάνοιαν, ἐλογίζετο περιπατῶν, πῶς οἱ μὲν ἀπόστολοι πάντα καταλιπόντες ἠκολούθησαν τῷ Σωτῆρι·

οἱ δὲ ἐν ταῖς Πράξεσι πωλοῦντες τὰ ἑαυτῶν ἔφερον καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, εἰς διάδοσιν τῶν χρείαν ἐχόντων, τίς τε καὶ πόση τούτοις ἐλπὶς ἐν οὐρανοῖς ἀπόκειται.

Ταῦτα δὴ ἐνθυμούμενος, εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν, καὶ συνέβη τότε τὸ Εὐαγγέλιον ἀναγινώσκεσθαι, καὶ ἤκουσε τοῦ Κυρίου λέγοντος τῷ πλουσίῳ·

Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησον πάντα τὰ ὑπάρχοντά σοι, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.

Ὁ δὲ Ἀντώνιος, ὥσπερ θεόθεν ἐσχηκὼς τὴν τῶν ἁγίων μνήμην, καὶ ὡς δι’ αὐτὸν γενομένου τοῦ ἀναγνώσματος, ἐξελθὼν εὐθὺς ἐκ τοῦ Κυριακοῦ, τὰς μὲν κτήσεις ἃς εἶχεν ἐκ προγόνων (ἄρουραι δὲ ἦσαν τριακόσιαι εὔφοροι καὶ πάνυ καλαὶ), ταύτας ἐχαρίσατο τοῖς ἀπὸ τῆς κώμης, ἵνα εἰς μηδ’ ὁτιοῦν ὀχλήσωσιν αὐτῷ τε καὶ τῇ ἀδελφῇ.

Τὰ δὲ ἄλλα ὅσα ἦν αὐτοῖς κινητὰ, πάντα πωλήσας, καὶ συναγαγὼν ἀργύριον ἱκανὸν, δέδωκε τοῖς πτωχοῖς, τηρήσας ὀλίγα διὰ τὴν ἀδελφήν.

Ὡς δὲ, πάλιν εἰσελθὼν εἰς τὸ Κυριακὸν, ἤκουσεν ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου λέγοντος, Μὴ μεριμνήσητε περὶ τῆς αὔριον, οὐκ ἀνασχόμενος ἔτι μένειν, ἐξελθὼν διέδωκε κἀκεῖνα τοῖς μετρίοις.

Τὴν δὲ ἀδελφὴν παραθέμενος γνωρίμοις καὶ πισταῖς παρθένοις, δούς τε αὐτὴν εἰς Παρθενῶνα ἀνατρέφεσθαι, αὐτὸς πρὸ τῆς οἰκίας ἐσχόλαζε λοιπὸν τῇ ἀσκήσει, προσέχων ἑαυτῷ καὶ καρτερικῶς ἑαυτὸν ἄγων.

Οὔπω γὰρ ἦν οὕτως ἐν Αἰγύπτῳ συνεχῆ μοναστήρια, οὐδ’ ὅλως ᾔδει μοναχὸς τὴν μακρὰν ἔρημον, ἕκαστος δὲ τῶν βουλομένων ἑαυτῷ προσέχειν οὐ μακρὰν τῆς ἰδίας κώμης καταμόνας ἠσκεῖτο.

Ἦν τοίνυν ἐν τῇ πλησίον κώμῃ τότε γέρων, ἐκ νεότητος τὸν μονήρη βίον ἀσκήσας·

τοῦτον ἰδὼν Ἀντώνιος, ἐζήλωσεν ἐν καλῷ·

καὶ πρῶτον μὲν ἤρξατο καὶ αὐτὸς μένειν ἐν τοῖς πρὸ τῆς κώμης τόποις.

Κἀκεῖθεν εἴ που τινὰ σπουδαῖον ἤκουεν, προερχόμενος ἐζήτει τοῦτον ὡς ἡ σοφὴ μέλισσα·

καὶ οὐ πρότερον εἰς τὸν ἴδιον τόπον ἀνέκαμπτεν, εἰ μὴ τοῦτον ἑωράκει, καὶ ὥσπερ ἐφόδιόν τι τῆς εἰς ἀρετὴν ὁδοῦ παρ’ αὐτοῦ λαβὼν, ἐπανῄει.

Ἐκεῖ τοίνυν τὰς ἀρχὰς διατρίβων, τὴν διάνοιαν ἐστάθμιζεν, ὅπως πρὸς μὲν τὰ τῶν γονέων μὴ ἐπιστρέφηται, μηδὲ τῶν συγγενῶν μνημονεύῃ·

ὅλον δὲ τὸν πόθον καὶ πᾶσαν τὴν σπουδὴν ἔχῃ περὶ τὸν τόνον τῆς ἀσκήσεως.

Εἰργάζετο γοῦν ταῖς χερσὶν, ἀκούσας·

Ὁ δὲ ἀργὸς μηδὲ ἐσθιέτω·

καὶ τὸ μὲν εἰς τὸν ἄρτον, τὸ δὲ εἰς τοὺς δεομένους ἀνήλισκε.

Προσηύχετο δὲ συνεχῶς, μαθὼν, ὅτι δεῖ κατ’ ἰδίαν προσεύχεσθαι ἀδιαλείπτως.

Καὶ γὰρ προσεῖχεν οὕτως τῇ ἀναγνώσει, ὡς μηδὲν τῶν γεγραμμένων ἀπ’ αὐτοῦ πίπτειν χαμαὶ, πάντα δὲ κατέχειν, καὶ λοιπὸν αὐτῷ τὴν μνήμην ἀντὶ βιβλίων γίνεσθαι.

Οὕτω μὲν οὖν ἑαυτὸν ἄγων, ἠγαπᾶτο παρὰ πάντων ὁ Ἀντώνιος·

αὐτὸς δὲ τοῖς σπουδαίοις, πρὸς οὓς ἀπήρχετο, γνησίως ὑπετάσσετο, καὶ καθ’ ἑαυτὸν ἑκάστου τὸ πλεονέκτημα τῆς σπουδῆς καὶ τῆς ἀσκήσεως κατεμάνθανε·

καὶ τοῦ μὲν τὸ χαρίεν, τοῦ δὲ τὸ πρὸς τὰς εὐχὰς σύντονον ἐθεώρει·

καὶ ἄλλου μὲν τὸ ἀόργητον, ἄλλου δὲ τὸ φιλάνθρωπον κατενόει·

καὶ τῷ μὲν ἀγρυπνοῦντι, τῷ δὲ φιλολογοῦντι προσεῖχε·

καὶ τὸν μὲν ἐν καρτερίᾳ, τὸν δὲ ἐν νηστείαις καὶ χαμευνίαις ἐθαύμαζε·

καὶ τοῦ μὲν τὴν πραότητα, τοῦ δὲ τὴν μακροθυμίαν παρετηρεῖτο·

πάντων δὲ ὁμοῦ τὴν εἰς τὸν Χριστὸν εὐσέβειαν, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην ἐσημειοῦτο·

καὶ οὕτω πεπληρωμένος, ὑπέστρεφεν εἰς τὸν ἴδιον τοῦ ἀσκητηρίου τόπον·

λοιπὸν αὐτὸς τὰ παρ’ ἑκάστου συνάγων εἰς ἑαυτὸν, καὶ σπουδάζων ἐν ἑαυτῷ τὰ πάντων δεικνύναι·

καὶ γὰρ πρὸς τοὺς καθ’ ἡλικίαν ἴσους οὐκ ἦν φιλόνεικος, ἢ μόνον ἵνα μὴ δεύτερος ἐκείνων ἐν τοῖς βελτίοσι φαίνηται·

καὶ τοῦτο ἔπραττεν ὥστε μηδένα λυπεῖν, ἀλλὰ κἀκείνους ἐπ’ αὐτῷ χαίρειν.

Πάντες μὲν οὖν οἱ ἀπὸ τῆς κώμης καὶ οἱ φιλόκαλοι, πρὸς οὓς εἶχε τὴν συνήθειαν, οὕτως αὐτὸν ὁρῶντες, ἐκάλουν θεοφιλῆ·

καὶ οἱ μὲν ὡς υἱὸν, οἱ δὲ ὡς ἀδελφὸν ἠσπάζοντο.

Ὁ δὲ μισόκαλος καὶ φθονερὸς διάβολος οὐκ ἤνεγκεν ὁρῶν ἐν νεωτέρῳ τοιαύτην πρόθεσιν.

Ἀλλ’ οἷα μεμελέτηκε ποιεῖν, ἐπιχειρεῖ καὶ κατὰ τούτου πράττειν·

καὶ τὸ μὲν πρῶτον ἐπείραζεν αὐτὸν ἀπὸ τῆς ἀσκήσεως καταγαγεῖν, ὑποβάλλων μνήμην τῶν κτημάτων, τῆς ἀδελφῆς τὴν κηδεμονίαν, τοῦ γένους τὴν οἰκειότητα, φιλαργυρίαν, φιλοδοξίαν, τροφῆς τὴν ποικίλην ἡδονὴν, καὶ τὰς ἄλλας ἀνέσεις τοῦ βίου, καὶ τέλος τὸ τραχὺ τῆς ἀρετῆς, καὶ ὡς πολὺς αὐτῆς ἐστιν ὁ πόνος·

τοῦ τε σώματος τὴν ἀσθένειαν ὑπετίθετο, καὶ τοῦ χρόνου τὸ μῆκος.

Καὶ ὅλως πολὺν ἤγειρεν αὐτῷ κονιορτὸν λογισμῶν ἐν τῇ διανοίᾳ, θέλων αὐτὸν ἀποσχοινίσαι τῆς ὀρθῆς προαιρέσεως.

Ὡς δὲ εἶδεν ἑαυτὸν ὁ ἐχθρὸς ἀσθενοῦντα πρὸς τὴν τοῦ Ἀντωνίου πρόθεσιν, καὶ μᾶλλον ἑαυτὸν καταπαλαιόμενον ὑπὸ τῆς ἐκείνου στεῤῥότητος, καὶ ἀνατρεπόμενον τῇ πολλῇ πίστει, καὶ πίπτοντα ταῖς συνεχέσιν Ἀντωνίου προσευχαῖς·

τότε δὴ τοῖς ἐπ’ ὀμφαλοῦ γαστρὸς ὅπλοις ἑαυτοῦ θαῤῥῶν, καὶ καυχώμενος ἐπὶ τούτοις (ταῦτα γάρ ἐστιν αὐτοῦ τὰ πρῶτα κατὰ τῶν νεωτέρων ἔνεδρα), προσέρχεται κατὰ τοῦ νεωτέρου, νυκτὸς μὲν αὐτὸν θορυβῶν, μεθ’ ἡμέραν δὲ οὕτως ἐνοχλῶν, ὡς καὶ τοὺς ὁρῶντας αἰσθέσθαι τὴν γινομένην ἀμφοτέρων πάλην.

Ὁ μὲν γὰρ ὑπέβαλλε λογισμοὺς ῥυπαροὺς, ὁ δὲ ταῖς εὐχαῖς ἀνέτρεπε τούτους·

καὶ ὁ μὲν ἐγαργάλιζεν, ὁ δὲ, ὡς ἐρυθριᾷν δοκῶν, τῇ πίστει καὶ ταῖς εὐχαῖς καὶ νηστείαις ἐτείχιζε τὸ σῶμα·

καὶ ὁ μὲν διάβολος ὑπέμενεν ὁ ἄθλιος καὶ ὡς γυνὴ σχηματίζεσθαι νυκτὸς, καὶ πάντα τρόπον μιμεῖσθαι, μόνον ἵνα τὸν Ἀντώνιον ἀπατήσῃ·

ὁ δὲ τὸν Χριστὸν ἐνθυμούμενος, καὶ τὴν δι’ αὐτὸν εὐγένειαν, καὶ τὸ νοερὸν τῆς ψυχῆς λογιζόμενος, ἀπεσβέννυε τὸν ἄνθρακα τῆς ἐκείνου πλάνης.

Πάλιν τε ὁ μὲν ἐχθρὸς ὑπέβαλλε τὸ λεῖον τῆς ἡδονῆς·

ὁ δὲ, ὀργιζομένῳ καὶ λυπουμένῳ ἐοικὼς, τὴν ἀπειλὴν τοῦ πυρὸς καὶ τοῦ σκώληκος τὸν πόνον ἐνεθυμεῖτο·

καὶ ἀντιτιθεὶς ταῦτα, διέβαινε τούτων ἀβλαβής.

Ἦν δὲ ταῦτα πάντα πρὸς αἰσχύνην γινόμενα τοῦ ἐχθροῦ.

Ὁ γὰρ νομίσας ὅμοιος γενέσθαι Θεῷ ὑπὸ νεανίσκου νῦν ἐπαίζετο·

καὶ ὁ σαρκὸς καὶ αἵματος κατακαυχώμενος ὑπὸ ἀνθρώπου σάρκα φοροῦντος ἀνετρέπετο.

Συνήργει γὰρ ὁ Κύριος αὐτῷ, ὁ σάρκα δι’ ἡμᾶς φορέσας, καὶ τῷ σώματι δοὺς τὴν κατὰ τοῦ διαβόλου νίκην·

ὥστε τῶν ὄντως ἀγωνιζομένων ἕκαστον λέγειν·

Οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.

Τέλος γοῦν, ὡς οὐκ ἠδυνήθη τὸν Ἀντώνιον οὐδ’ ἐν τούτῳ καταβαλεῖν ὁ δράκων, ἀλλὰ καὶ ἔβλεπεν ἑαυτὸν ἐξωθούμενον ἀπὸ τῆς καρδίας αὐτοῦ, τρίζων τοὺς ὀδόντας, κατὰ τὸ γεγραμμένον, καὶ ὥσπερ ἐξιστάμενος, οἷός ἐστι τὸν νοῦν, τοιοῦτος ὕστερον καὶ τῇ φαντασίᾳ μέλας αὐτῷ φαίνεται παῖς·

καὶ ὥσπερ ὑποπίπτων, οὐκέτι μὲν λογισμοῖς ἐπέβαινεν (ἐκβέβλητο γὰρ ὁ δόλιος), λοιπὸν δὲ ἀνθρωπίνῃ χρώμενος φωνῇ, ἔλεγε·

Πολλοὺς μὲν ἠπάτησα, καὶ πλείστους κατέβαλον·

νῦν δὲ, ὡς ἐπὶ πολλοῖς καὶ ἐπὶ σοὶ καὶ τοῖς σοῖς πόνοις προσβαλὼν, ἠσθένησα.

Εἶτα τοῦ Ἀντωνίου πυθομένου·

Τίς εἶ σὺ ὁ τοιαῦτα λαλῶν παρ’ ἐμοί;

εὐθὺς ἐκεῖνος οἰκτρὰς ἠφίει φωνάς·

Ἐγὼ τῆς πορνείας εἰμὶ φίλος·

ἐγὼ τὰ εἰς ταύτην ἔνεδρα, καὶ τοὺς ταύτης γαργαλισμοὺς κατὰ τῶν νέων ἀνεδεξάμην, καὶ πνεῦμα πορνείας κέκλημαι.

Πόσους θέλοντας σωφρονεῖν ἠπάτησα!

Πόσους ἐγκρατευομένους μετέπεισα γαργαλίζων!

Ἐγώ εἰμι δι’ ὃν καὶ ὁ προφήτης μέμφεται τοὺς πεσόντας, λέγων·

Πνεύματι πορνείας ἐπλανήθητε·

δι’ ἐμοῦ γὰρ ἦσαν ἐκεῖνοι σκελισθέντες.

Ἐγώ εἰμι ὁ πολλάκις σοι ὀχλήσας, καὶ τοσαυτάκις ἀνατραπεὶς παρὰ σοῦ.

Ὁ δὲ Ἀντώνιος εὐχαριστήσας τῷ Κυρίῳ, καὶ καταθαῤῥήσας αὐτοῦ, φησὶ πρὸς αὐτόν·

Πολὺ τοίνυν εὐκαταφρόνητος τυγχάνεις·

καὶ γὰρ μέλας εἶ τὸν νοῦν, καὶ ὡς παῖς ἀσθενής·

οὐδὲμία μοι λοιπόν ἐστι φροντὶς περὶ σοῦ·

Κύριος γὰρ ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.

Ταῦτα ἀκούσας ὁ μέλας ἐκεῖνος, εὐθὺς ἔφυγε καταπτήξας τὰς φωνὰς, καὶ φοβηθεὶς ἔτι κἂν ἐγγίσαι τῷ ἀνδρί.

Τοῦτο πρῶτον ἆθλον Ἀντωνίου γέγονε κατὰ τοῦ διαβόλου·

μᾶλλον δὲ τοῦ Σωτῆρος καὶ τοῦτο γέγονεν ἐν τῷ Ἀντωνίῳ τὸ κατόρθωμα, τοῦ τὴν ἁμαρτίαν κατακρίναντος ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.

Ἀλλ’ οὔτε Ἀντώνιος, ὡς ὑποπεσόντος τοῦ δαίμονος, ἠμέλει λοιπὸν καὶ κατεφρόνει ἑαυτοῦ·

οὔτε ὁ ἐχθρὸς, ὡς ἡττηθεὶς, ἐπαύετο τοῦ ἐνεδρεύειν.

Περιήρχετο γὰρ πάλιν ὡς λέων, ζητῶν τινα πρόφασιν κατ’ αὐτοῦ.

Ὁ δὲ Ἀντώνιος, μαθὼν ἐκ τῶν Γραφῶν πολλὰς εἶναι τὰς μεθοδείας τοῦ ἐχθροῦ, συντόνως ἐκέχρητο τῇ ἀσκήσει, λογιζόμενος, ὅτι, εἰ καὶ μὴ ἴσχυσε τὴν καρδίαν ἐν ἡδονῇ σώματος ἀπατῆσαι, πειράσει πάντως δι’ ἑτέρας ἐνεδρεῦσαι μεθόδου·

ἔστι γὰρ φιλαμαρτήμων ὁ δαίμων.

Μᾶλλον οὖν καὶ μᾶλλον ὑπεπίαζε τὸ σῶμα καὶ ἐδουλαγώγει, μήπως, ἐν ἄλλοις νικήσας, ἐν ἄλλοις ὑποσυρῇ.

Βουλεύεται τοίνυν σκληροτέραις ἀγωγαῖς ἑαυτὸν ἐθίζειν.

Καὶ πολλοὶ μὲν ἐθαύμαζον, αὐτὸς δὲ ῥᾷον τὸν πόνον ἔφερεν·

ἡ γὰρ προθυμία τῆς ψυχῆς, πολὺν χρόνον ἐμμείνασα, ἕξιν ἀγαθὴν ἐνειργάζετο ἐν αὐτῷ·

ὥστε καὶ μικρὰν πρόφασιν λαμβάνοντα παρ’ ἑτέρων, πολλὴν εἰς τοῦτο τὴν σπουδὴν ἐνδείκνυσθαι·

ἠγρύπνει γὰρ τοσοῦτον, ὡς πολλάκις καὶ ὅλην τὴν νύκτα διατελεῖν αὐτὸν ἄϋπνον·

καὶ τοῦτο δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ πλειστάκις ποιῶν ἐθαυμάζετο.

Ἤσθιέ τε ἅπαξ τῆς ἡμέρας μετὰ δύσιν ἡλίου·

ἦν δ’ ὅτε καὶ διὰ δύο, πολλάκις δὲ καὶ διὰ τεσσάρων μετελάμβανε.

Καὶ ἦν αὐτῷ ἡ τροφὴ ἄρτος καὶ ἅλας·

καὶ τὸ ποτὸν ὕδωρ μόνον.

Περὶ γὰρ κρεῶν καὶ οἴνου περιττόν ἐστι καὶ λέγειν·

ὅπου γε οὐδὲ παρὰ τοῖς ἄλλοις σπουδαίοις ηὑρίσκετό τι τοιοῦτον.

Εἰς δὲ τὸν ὕπνον ἠρκεῖτο ψιαθίῳ·

τὸ δὲ πλεῖστον καὶ ἐπὶ γῆς μόνης κατέκειτο.

Ἀλείφεσθαι δὲ ἐλαίῳ παρῃτεῖτο, λέγων μᾶλλον πρέπειν τοὺς νεωτέρους ἐκ προθυμίας ἔχειν τὴν ἄσκησιν, καὶ μὴ ζητεῖν τὰ χαυνοῦντα τὸ σῶμα·

ἀλλὰ καὶ ἐθίζειν αὐτὸ τοῖς πόνοις, λογιζομένους τὸ τοῦ Ἀποστόλου ῥητόν·

Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι.

Τότε γὰρ ἔλεγεν ἰσχύειν τῆς ψυχῆς τὸν τόνον, ὅταν αἱ τοῦ σώματος ἀσθενῶσιν ἡδοναί.

Καὶ ἦν αὐτῷ παράδοξος ὄντως καὶ οὗτος ὁ λογισμός·

οὐ γὰρ ἠξίου χρόνῳ μετρεῖν τὴν τῆς ἀρετῆς ὁδὸν, οὐδὲ τὴν δι’ αὐ τὴν ἀναχώρησιν, ἀλλὰ πόθῳ καὶ τῇ προαιρέσει.

Αὐτὸς γοῦν οὐκ ἐμνημόνευε τοῦ παρελθόντος χρόνου·

ἀλλὰ καθ’ ἡμέραν, ὡς ἀρχὴν ἔχων τῆς ἀσκήσεως, μείζω τὸν πόνον εἶχεν εἰς προκοπὴν, ἐπιλέγων ἑαυτῷ τὸ τοῦ Παύλου ῥητὸν συνεχῶς·

Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος·

μνημονεύων τε καὶ τῆς φωνῆς τοῦ προφήτου Ἠλίου λέγοντος·

Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον.

Παρετηρεῖτο γὰρ, ὅτι, σήμερον λέγων, οὐκ ἐμέτρει τὸν παρελθόντα χρόνον·

ἀλλ’ ὡς ἀρχὴν ἀεὶ καταβαλλόμενος, καθ’ ἡμέραν ἐσπούδαζεν ἑαυτὸν παριστάνειν τοιοῦτον, οἷον χρὴ φαίνεσθαι τῷ Θεῷ, καθαρὸν τῇ καρδίᾳ, καὶ ἕτοιμον ὑπακούειν τῷ βουλήματι αὐτοῦ, καὶ μηδενὶ ἄλλῳ.

Ἔλεγε δὲ ἐν ἑαυτῷ, δεῖν τὸν ἀσκητὴν ἐκ τῆς πολιτείας τοῦ μεγάλου Ἠλίου καταμανθάνειν, ὡς ἐν ἐσόπτρῳ τὸν ἑαυτοῦ βίον ἀεί.

Οὕτω δὴ οὖν συσφίγξας ἑαυτὸν ὁ Ἀντώνιος, ἀπήρχετο εἰς τὰ μακρὰν τῆς κώμης τυγχάνοντα μνήματα, καὶ παραγγείλας ἑνὶ τῶν γνωρίμων δι’ ἡμερῶν πολλῶν αὐτῷ κομίζειν τὸν ἄρτον, αὐτὸς εἰσελθὼν εἰς ἓν τῶν μνημάτων, καὶ κλείσαντος ἐκείνου κατ’ αὐτοῦ τὴν θύραν, ἔμενε μόνος ἔνδον.

Ἔνθα δὴ μὴ φέρων ὁ ἐχθρὸς, ἀλλὰ μὴν καὶ φοβούμενος, μὴ κατ’ ὀλίγον καὶ τὴν ἔρημον ἐμπλήσῃ τῆς ἀσκήσεως·

προσελθὼν ἐν μιᾷ νυκτὶ μετὰ πλήθους δαιμόνων, τοσοῦτον αὐτὸν ἔκοψε πληγαῖς, ὡς καὶ ἄφωνον αὐτὸν ἀπὸ τῶν βασάνων κεῖσθαι χαμαί·

διεβεβαιοῦτο γὰρ οὕτω σφοδροὺς γεγενῆσθαι τοὺς πόνους, ὡς λέγειν μὴ δύνασθαι τὰς παρὰ ἀνθρώπων πληγὰς τοιαύτην ποτὲ βάσανον ἐμποιῆσαι.

Θεοῦ δὲ προνοίᾳ (οὐ γὰρ παρορᾷ Κύριος τοὺς ἐλπίζοντας ἐπ’ αὐτὸν), τῇ ἑξῆς παραγίνεται ὁ γνώριμος, κομίζων τοὺς ἄρτους αὐτῷ·

ἀνοίξας τε τὴν θύραν, καὶ τοῦτον ἰδὼν χαμαὶ κείμενον ὡς νεκρὸν, βαστάσας ἔφερεν εἰς τὸ τῆς κώμης Κυριακὸν, καὶ τίθησιν ἐπὶ τῆς γῆς.

Πολλοί τε τῶν συγγενῶν, καὶ οἱ ἀπὸ τῆς κώμης, παρεκαθέζοντο ὡς ἐπὶ νεκρῷ τῷ Ἀντωνίῳ.

Περὶ δὲ τὸ μεσονύκτιον εἰς ἑαυτὸν ἐλθὼν ὁ Ἀντώνιος, καὶ διεγερθεὶς, ὡς εἶδε πάντας κοιμωμένους, καὶ μόνον τὸν γνώριμον γρηγοροῦντα, νεύσας ἥκειν αὐτὸν πρὸς αὐτὸν, ἠξίου πάλιν αὐτὸν βαστάσαι καὶ ἀποφέρειν εἰς τὰ μνήματα, μηδένα ἐξυπνίσαντα.

Ἀπηνέχθη οὖν παρὰ τοῦ ἀνδρὸς, καὶ συνήθως τῆς θύρας κεκλεισμένης, ἔνδον ἦν πάλιν μόνος.

Καὶ στήκειν μὲν οὐκ ἴσχυε διὰ τὰς πληγάς·

ἀνακείμενος δὲ ηὔχετο.

Καὶ μετὰ τὴν εὐχὴν ἔλεγε μετὰ κραυγῆς·

Ὧδέ εἰμι ἐγὼ Ἀντώνιος·

οὐ φεύγω τὰς παρ’ ὑμῶν πληγάς.

Κἂν γὰρ πλείονας ποιήσητε, οὐδέν με χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.

Εἶτα καὶ ἔψαλλεν·

Ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου.

Ὁ μὲν οὖν ἀσκητὴς ἐφρόνει καὶ ἔλεγε ταῦτα·

ὁ δὲ μισόκαλος.

ἐχθρὸς, θαυμάσας, ὅτι καὶ μετὰ τὰς πληγὰς ἐθάῤῥησεν ἐλθεῖν, συγκαλέσας αὐτοῦ τοὺς κύνας, καὶ διαῤῥηγνύμενος, ἔφη·

Ὁρᾶτε ὅτι οὐ πνεύματι πορνείας, οὐ πληγαῖς ἐπαύσαμεν τοῦτον·

ἀλλὰ καὶ θρασύνεται καθ’ ἡμῶν·

προσέλθωμεν ἄλλως αὐτῷ.

Εὔκολον δὲ τῷ διαβόλῳ τὰ εἰς κακίαν σχήματα.

Τότε δὴ οὖν ἐν τῇ νυκτὶ κτύπον μὲν τοιοῦτον ποιοῦσιν, ὡς δοκεῖν πάντα τὸν τόπον ἐκεῖνον σείεσθαι·

τοὺς δὲ τοῦ οἰκίσκου τέσσαρας τοίχους ὥσπερ ῥήξαντες οἱ δαίμονες, ἔδοξαν δι’ αὐτῶν ἐπεισέρχεσθαι, μετασχηματισθέντες εἰς θηρίων καὶ ἑρπετῶν φαντασίαν·

καὶ ἦν ὁ τόπος εὐθὺς πεπληρωμένος φαντασίας λεόντων, ἄρκτων, λεοπάρδων, ταύρων, καὶ ὄφεων, ἀσπίδων, καὶ σκορπίων, καὶ λύκων.

Καὶ ἕκαστον μὲν τούτων ἐκίνει κατὰ τὸ ἴδιον σχῆμα.

Ὁ λέων ἔβρυχε, θέλων ἐπελθεῖν, ὁ ταῦρος ἐδόκει κερατίζειν, ὁ ὄφις ἕρπων οὐκ ἔφθανε, καὶ ὁ λύκος ὁρμῶν ἐπείχετο·

καὶ ὅλως πάντων ὁμοῦ ἦσαν τῶν φαινομένων οἱ ψόφοι δεινοὶ, καὶ οἱ θυμοὶ χαλεποί.

Ὁ δὲ Ἀντώνιος, μαστιζόμενος καὶ κεντούμενος παρ’ αὐτῶν, ᾔσθετο μὲν δεινοτέρου πόνου σωματικοῦ.

Ἀτρέμας καὶ μᾶλλον τῇ ψυχῇ γρηγορῶν ἀνέκειτο·

καὶ ἔστενε μὲν διὰ τὸν τοῦ σώματος πόνον·

νήφων δὲ τῇ διανοίᾳ καὶ ὥσπερ χλευάζων, ἔλεγεν·

Εἰ δύναμίς τις ἦν ἐν ὑμῖν, ἤρκει καὶ μόνον ἕνα ἐξ ὑμῶν ἐλθεῖν·

ἐπειδὴ δὲ ἐξενεύρωσεν ὑμᾶς ὁ Κύριος, διὰ τοῦτο κἂν τῷ πλήθει πειράζετέ πως ἐκφοβεῖν·

γνώρισμα τῆς ἀσθενείας ὑμῶν τὸ τὰς ἀλόγων ὑμᾶς μιμεῖσθαι μορφάς.

Θαῤῥῶν γοῦν πάλιν ἔλεγεν·

Εἰ δύνασθε καὶ ἐξουσίαν ἐλάβετε κατ’ ἐμοῦ, μὴ μέλλετε, ἀλλ’ ἐπίβητε·

εἰ δὲ μὴ δύνασθε, τί μάτην ταράσσεσθε;

Σφραγὶς γὰρ ἡμῖν καὶ τεῖχος εἰς ἀσφάλειαν ἡ εἰς τὸν Κύριον ἡμῶν πίστις.

Πολλὰ τοίνυν ἐπιχειρήσαντες, ἔτριζον κατ’ αὐτοῦ τοὺς ὀδόντας, ὅτι μᾶλλον ἔπαιζον ἑαυτοὺς, καὶ οὐκ ἐκεῖνον.

Ὁ δὲ Κύριος οὐδὲ ἐν τούτῳ ἐπελάθετο τῆς ἀθλήσεως Ἀντωνίου, ἀλλ’ εἰς ἀντίληψιν αὐτοῦ παραγέγονεν.

Ἀναβλέψας γοῦν, εἶδε τὴν στέγην ὥσπερ διανοιγομένην, καὶ ἀκτῖνά τινα φωτὸς κατερχομένην πρὸς αὐτόν.

Καὶ οἱ μὲν δαίμονες ἐξαίφνης ἄφαντοι γεγόνασιν·

ὁ δὲ πόνος τοῦ σώματος εὐθὺς ἐπέπαυτο, καὶ ὁ οἶκος πάλιν ἦν ὁλόκληρος.

Ὁ δὲ Ἀντώνιος, αἰσθόμενος τῆς ἀντιλήψεως, καὶ πλέον ἀναπνεύσας, κουφισθείς τε τῶν πόνων, ἐδέετο τῆς φανείσης ὀπτασίας, λέγων·

Ποῦ ἦς;

διὰ τί μὴ ἐξ ἀρχῆς ἐφάνης, ἵνα μου τὰς ὀδύνας παύσῃς;

Καὶ φωνὴ γέγονε πρὸς αὐτόν·

Ἀντώνιε, ὧδε ἤμην, ἀλλὰ περιέμενον ἰδεῖν τὸ σὸν ἀγώνισμα.

Ἐπεὶ οὖν ὑπέμεινας, καὶ οὐχ ἡττήθης, ἔσομαί σοι ἀεὶ βοηθὸς, καὶ ποιήσω σε ὀνομαστὸν πανταχοῦ γενέσθαι.

Ταῦτα ἀκούσας, ἀναστὰς ηὔχετο·

καὶ τοσοῦτον ἴσχυσεν, ὡς αἰσθέσθαι αὐτὸν, ὅτι πλείονα δύναμιν ἔσχεν ἐν τῷ σώματι μᾶλλον, ἧς εἶχε τὸ πρότερον.

Ἦν δὲ τότε λοιπὸν ἐγγὺς τριάκοντα καὶ πέντε ἐτῶν.

Τῇ δὲ ἑξῆς προελθὼν, ἔτι μᾶλλον προθυμότερος ἦν εἰς τὴν θεοσέβειαν, καὶ γενόμενος πρὸς τὸν γέροντα τὸν παλαιὸν ἐκεῖνον, ἠξίου τὴν ἔρημον οἰκῆσαι σὺν αὐτῷ.

Τοῦ δὲ παραιτησαμένου διά τε τὴν ἡλικίαν, καὶ διὰ τὸ μηδέπω εἶναι τοιαύτην συνήθειαν, εὐθὺς αὐτὸς ὥρμησεν εἰς τὸ ὄρος.

Ἀλλὰ καὶ πάλιν ὁ ἐχθρὸς, βλέπων αὐτοῦ τὴν σπουδὴν καὶ θέλων ἐμποδίσαι ταύτην, ὑπέβαλεν ἐν ταῖς ὁδοῖς ἀργυροῦ δίσκου μεγάλου φαντασίαν.

Ἀντώνιος δὲ, συνεὶς τοῦ μισοκάλου τὴν τέχνην, ἔστη, καὶ τῷ δίσκῳ βλέπων, τὸν ἐν αὐτῷ διάβολον ἤλεγχε λέγων·

Πόθεν ἐν ἐρήμῳ δίσκος;

Οὐκ ἔστιν ἡ ὁδὸς αὕτη τετριμμένη, οὐδέ ἐστιν ἴχνος ὁδευσάντων ὧδέ τινων·

ἐκπεσὼν οὐκ ἠδύνατο λαθεῖν μέγιστος ὤν.

Ἀλλὰ καὶ ὁ ἀπολέσας, ἀναστρέψας καὶ ζητήσας εὗρεν ἂν διὰ τὸ ἔρημον εἶναι τὸν τόπον.

Τοῦτο τέχνη τοῦ διαβόλου γέγονεν.

Οὐκ ἐμποδίσεις ἐν τούτῳ μου τὴν προθυμίαν, διάβολε.

Τοῦτο γὰρ σὺν σοὶ εἴη εἰς ἀπώλειαν.

Καὶ τοῦτο τοῦ Ἀντωνίου λέγοντος, ἐξέλιπεν ἐκεῖνος, ὡσεὶ καπνὸς ἀπὸ προσώπου πυρός.

Εἶτα πάλιν οὐκ ἔτι φαντασίαν, ἀληθινὸν δὲ χρυσὸν ἐῤῥιμμένον ἐν ταῖς ὁδοῖς ἑώρακεν ἀπερχόμενος.

Εἴτε δὲ τοῦ ἐχθροῦ δείξαντος, εἴτε τινὸς κρείττονος δυνάμεως γυμναζούσης τὸν ἀθλητὴν, καὶ δεικνυούσης τῷ διαβόλῳ, ὅτι μηδὲ τῶν ἀληθῶς φροντίζει χρημάτων·

οὔτε αὐτὸς ἀπήγγειλεν, οὔτε ἡμεῖς ἔγνωμεν, πλὴν ὅτι χρυσὸς ἦν ὁ φαινόμενος.

Ὁ δὲ Ἀντώνιος τὸ μὲν πλῆθος ἐθαύμασεν, ὡς δὲ πῦρ ὑπερβὰς, οὕτως αὐτὸν παρῆλθεν ὡς μηδὲ στραφῆναι·

ἀλλὰ καὶ δρόμῳ σπουδάσαι τοσοῦτον, ὥστε κρύψαι καὶ λαθεῖν τὸν τόπον.

Μᾶλλον οὖν καὶ μᾶλλον ἐπιτείνας τὴν πρόθεσιν, ὥρμησεν εἰς τὸ ὄρος.

Καὶ παρεμβολὴν ἔρημον, καὶ διὰ τὸν χρόνον μεστὴν ἑρπετῶν εὑρὼν εἰς τὸ πέραν τοῦ ποταμοῦ, ἐκεῖ μετέθηκεν ἑαυτὸν, καὶ ᾤκησεν ἐν αὐτῇ.

Τὰ μὲν οὖν ἑρπετὰ, ὥσπερ τινὸς διώκοντος, εὐθὺς ἀνεχώρησαν·

αὐτὸς δὲ, τὴν εἴσοδον ἀναφράξας, καὶ ἄρτους εἰς μῆνας ἒξ ἀποθέμενος (ποιοῦσι δὲ τοῦτο Θηβαῖοι, καὶ πολλάκις μένουσι καὶ ὅλον ἐνιαυτὸν ἀβλαβεῖς), ἔχων ἔνδον ὕδωρ, ὥσπερ ἐν ἀδύτοις ἐγκαταδυόμενος μόνος ἔμενεν ἔνδον, μήτε αὐτὸς προϊὼν, μήτε τινὰ τῶν ἐρχομένων βλέπων.

Αὐτὸς μὲν οὖν πολὺν χρόνον οὕτω συνῆψεν ἀσκούμενος·

κατ’ ἐνιαυτὸν μόνον ἄνωθεν ἀπὸ τοῦ δώματος δεύτερον δεχόμενος τοὺς ἄρτους

Οἱ δὲ πρὸς αὐτὸν ἐρχόμενοι τῶν γνωρίμων, ἐπεὶ μὴ συνεχώρει τούτους εἰσελθεῖν, ἔξω πολλάκις ἡμέρας καὶ νύκτας ποιοῦντες, ἤκουον ὡς ὄχλων ἔνδον θορυβούντων, κτυπούντων, φωνὰς ἀφιέντων οἰκτρὰς, καὶ κραζόντων·

Ἀπόστα τῶν ἡμετέρων·

τί σοὶ καὶ τῇ ἐρήμῳ;

οὐ φέρεις ἡμῶν τὴν ἐπιβουλήν.

Τὴν μὲν οὖν ἀρχὴν εἶναί τινας σὺν αὐτῷ μαχομένους ἀνθρώπους, καὶ τούτους διὰ κλιμάκων εἰσεληλυθέναι πρὸς αὐτὸν ἐνόμιζον οἱ ἔξωθεν·

ὡς δὲ διά τινος τρυμαλιᾶς παρακύψαντες, οὐδένα ἔβλεπον, τότε δὴ λογισάμενοι δαίμονας εἶναι τούτους, καὶ φοβηθέντες αὐτοὶ, τὸν Ἀντώνιον ἐκάλουν.

Ὁ δὲ μᾶλλον τούτων ἤκουεν, ἢ ἐκείνων ἐφρόντιζε.

Καὶ προσελθὼν ἐγγὺς τῆς θύρας, παρεκάλει τοὺς ἀνθρώπους ἀναχωρεῖν καὶ μὴ φοβεῖσθαι·

οὕτω γὰρ ἔλεγε τοὺς δαίμονας φαντασίας ποιεῖν κατὰ τῶν δειλιώντων.

Ὑμεῖς οὖν σφραγίσατε ἑαυτοὺς, καὶ ἄπιτε θαῤῥοῦντες·

καὶ τούτους ἄφετε παίζειν ἑαυτοῖς.

Οἱ μὲν οὖν ἀπήρχοντο τετειχισμένοι τῷ σημείῳ τοῦ σταυροῦ.

Ὁ δὲ ἔμενε, καὶ οὐδὲν ἐβλάπτετο παρ’ αὐτῶν·

ἀλλ’ οὐδὲ ἔκαμνεν ἀγωνιζόμενος·

ἡ γὰρ προσθήκη τῶν γινομένων αὐτῷ τῶν ἄνω θεωρημάτων, καὶ ἡ τῶν ἐχθρῶν ἀσθένεια, πολλὴν αὐτῷ τῶν πόνων ἀνάπαυλαν παρείχετο, καὶ εἰς πλείονα προθυμίαν παρεσκεύαζε.

Καὶ γὰρ συνεχῶς παρέβαλλον οἱ γνώριμοι, νομίζοντες εὑρίσκειν αὐτὸν νεκρὸν, καὶ ἤκουον αὐτοῦ ψάλλοντος·

Ἀναστήτω, ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Ὡς ἐκλείπει καπνὸς, ἐκλειπέτωσαν·

ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ·

καὶ πάλιν·

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Εἴκοσι τοίνυν ἐγγὺς ἔτη διετέλεσεν, οὕτω καθ’ ἑαυτὸν ἀσκούμενος, οὔτε προϊὼν, οὔτε παρά τινων συνεχῶς βλεπόμενος.

Μετὰ δὲ ταῦτα, πολλῶν ποθούντων καὶ θελόντων αὐτοῦ τὴν ἄσκησιν ζηλῶσαι, ἄλλων τε γνωρίμων ἐλθόντων, καὶ βίᾳ τὴν θύραν καταβαλόντων καὶ ἐξεωσάντων·

προῆλθεν ὁ Ἀντώνιος ὥσπερ ἔκ τινος ἀδύτου μεμυσταγωγημένος καὶ θεοφορούμενος·

καὶ τότε πρῶτον ἀπὸ τῆς παρεμβολῆς ἐφάνη τοῖς ἐλθοῦσι πρὸς αὐτόν.

Ἐκεῖνοι μὲν οὖν, ὡς εἶδον, ἐθαύμαζον ὁρῶντες αὐτοῦ τό τε σῶμα τὴν αὐτὴν ἕξιν ἔχον, καὶ μήτε πιανθὲν, ὡς ἀγύμναστον, μήτε ἰσχνωθὲν ὡς ἀπὸ νηστειῶν καὶ μάχης δαιμόνων·

τοιοῦτος γὰρ ἦν, οἶον καὶ πρὸ τῆς ἀναχωρήσεως ᾔδεισαν αὐτόν·

τῆς δὲ ψυχῆς πάλιν καθαρὸν τὸ ἦθος·

οὔτε γὰρ ὡς ὑπὸ ἀνίας συνεσταλμένον ἦν, οὔτε ὑφ’ ἡδονῆς διακεχυμένον, οὔτε ὑπὸ γέλωτος ἢ κατηφείας συνεχόμενον·

οὔτε γὰρ ἑωρακὼς τὸν ὄχλον ἐταράχθη, οὔτε ὡς ὑπὸ τοσούτων κατασπαζόμενος ἐγεγήθει·

ἀλλ’ ὅλος ἦν ἴσος, ὡς ὑπὸ τοῦ λόγου κυβερνώμενος, καὶ ἐν τῷ κατὰ φύσιν ἑστώς.

Πολλοὺς γοῦν τῶν παρόντων τὰ σώματα πάσχοντας ἐθεράπευσεν ὁ Κύριος δι’ αὐτοῦ·

καὶ ἄλλους ἀπὸ δαιμόνων ἐκαθάρισε.

Χάριν τε ἐν τῷ λαλεῖν ἐδίδου τῷ Ἀντωνίῳ·

καὶ οὕτω πολλοὺς μὲν λυπουμένους παρεμυθεῖτο, ἄλλους δὲ μαχομένους διήλλαττεν εἰς φιλίαν·

πᾶσιν ἐπιλέγων μηδὲν τῶν ἐν τῷ κόσμῳ προκρίνειν τῆς εἰς Χριστὸν ἀγάπης.

∆ιαλεγόμενος δὲ καὶ παραινῶν μνημονεύειν περὶ τῶν μελλόντων ἀγαθῶν καὶ τῆς εἰς ἡμᾶς γενομένης τοῦ Θεοῦ φιλανθρωπίας, ὃς οὐκ ἐφείσατο τοῦ ἰδίου Υἱοῦ, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν·

ἔπεισε πολλοὺς αἱρήσασθαι τὸν μονήρη βίον·

καὶ οὕτω λοιπὸν γέγονε καὶ ἐν τοῖς ὄρεσι μοναστήρια, καὶ ἡ ἔρημος ἐπολίσθη ὑπὸ μοναχῶν, ἐξελθόντων ἀπὸ τῶν ἰδίων, καὶ ἀπογραψαμένων τὴν ἐν τοῖς οὐρανοῖς πολιτείαν.

Χρείας δὲ γενομένης διελθεῖν αὐτὸν τὴν τοῦ Ἀρσενοΐτου διώρυγα (χρεία δὲ ἦν ἡ τῶν ἀδελφῶν ἐπίσκεψις), πλήρης ἦν ἡ διώρυξ κροκοδείλων.

Καὶ μόνον εὐξάμενος, ἐνέβη αὐτός τε καὶ πάντες οἱ σὺν αὐτῷ, καὶ διῆλθον ἀβλαβεῖς.

Ὑποστρέψας δὲ εἰς τὸ μοναστήριον, τῶν αὐτῶν εἴχετο σεμνῶν καὶ νεανικῶν πόνων.

∆ιαλεγόμενός τε συνεχῶς, τῶν μὲν ἤδη μοναχῶν τὴν προθυμίαν ηὔξανε, τῶν δὲ ἄλλων τοὺς πλείστους εἰς ἔρωτα τῆς ἀσκήσεως ἐκίνει, καὶ ταχέως, ἕλκοντος τοῦ λόγου, πλεῖστα γέγονε μοναστήρια, καὶ πάντων αὐτῶν ὡς πατὴρ καθηγεῖτο.

Μιᾷ γοῦν ἡμέρᾳ προελθὼν, καὶ πάντων τῶν μοναχῶν ἐλθόντων πρὸς αὐτὸν, ἀξιούντων τε παρ’ αὐτοῦ ἀκοῦσαι λόγον, ἔλεγεν αὐτοῖς τῇ Αἰγυπτιακῇ φωνῇ ταῦτα·

Τὰς μὲν Γραφὰς ἱκανὰς εἶναι πρὸς διδασκαλίαν·

ἡμᾶς δὲ καλὸν παρακαλεῖν ἀλλήλους ἐν τῇ πίστει, καὶ ἀλείφειν ἐν τοῖς λόγοις.

Καὶ ὑμεῖς τοίνυν ὡς τέκνα φέρετε τῷ πατρὶ λέγοντες ἃ οἴδατε·

κἀγὼ δὲ ὡς τῇ ἡλικίᾳ πρεσβύτερος ὑμῶν, ἃ οἶδα καὶ ὧν πεπείραμαι μεταδίδωμι.

Ἔστω δὲ προηγουμένως κοινὴ πᾶσιν αὕτη σπουδὴ, ἀρξαμένους μὴ ὑπενδοῦναι, μηδὲ ἐκκακεῖν ἐν τοῖς πόνοις, μηδὲ λέγειν·

Ἐχρονίσαμεν ἐν τῇ ἀσκήσει·

ἀλλὰ μᾶλλον ὡς ἀρχόμενοι καθ’ ἡμέραν, τὴν προθυμίαν ἐπαυξήσωμεν.

Ὅλος γὰρ ὁ τῶν ἀνθρώπων βίος βραχύτατός ἐστι, μετρούμενος πρὸς τοὺς μέλλοντας αἰῶνας·

ὥστε καὶ πάντα τὸν χρόνον ἡμῶν μηδὲν εἶναι πρὸς τὴν αἰώνιον ζωήν.

Καὶ πᾶν μὲν πρᾶγμα ἐν τῷ κόσμῳ τοῦ ἀξίου πιπράσκεται, καὶ ἴσον ἴσῳ τις ἀντικαταλλάσσει·

ἡ δὲ ἐπαγγελία τῆς αἰωνίου ζωῆς ὀλίγου τινὸς ἀγοράζεται.

Γέγραπται γάρ·

Αἱ ἡμέραι τῆς ζωῆς ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν, κόπος καὶ πόνος.

Ὅταν τοίνυν πάντα τὰ ὀγδοήκοντα ἔτη, ἢ καὶ ἑκατὸν διαμείνωμεν ἐν τῇ ἀσκήσει, οὐκ ἴσα τοῖς ἑκατὸν ἔτεσι βασιλεύσομεν, ἀλλ’ ἀντὶ τῶν ἑκατὸν αἰῶνας αἰώνων βασιλεύσομεν·

καὶ ἐπὶ γῆς ἀγωνισάμενοι, οὐκ ἐν γῇ κληρονομοῦμεν, ἀλλ’ ἐν οὐρανοῖς ἔχομεν τὰς ἐπαγγελίας·

πάλιν δὲ φθαρτὸν ἀποθέμενοι τὸ σῶμα, ἄφθαρτον ἀπολαμβάνομεν αὐτό.

Ὥστε, τέκνα, μὴ ἐκκακῶμεν, μηδὲ νομίζωμεν χρονίζειν, ἢ μέγα τι ποιεῖν.

Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς δόξαν.

Μηδὲ εἰς τὸν κόσμον βλέποντες νομίζωμεν μεγάλοις τισὶν ἀποτετάχθαι·

καὶ γὰρ καὶ αὐτὴ πᾶσα ἡ γῆ βραχυτάτη πρὸς ὅλον τὸν οὐρανόν ἐστιν.

Εἰ τοίνυν καὶ πάσης τῆς γῆς κύριοι ἐτυγχάνομεν, καὶ ἀπετασσόμεθα τῇ γῇ πάσῃ, οὐδὲν ἄξιον ἦν πάλιν πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν.

Ὡς γὰρ εἴ τις καταφρονήσειε μιᾶς χαλκῆς δραχμῆς, ἵνα κερδήσῃ χρυσᾶς δραχμὰς ἑκατὸν, οὕτως ὁ πάσης τῆς γῆς κύριος ὢν, καὶ ἀποτασσόμενος αὐτῇ, ὀλίγον ἀφίησι, καὶ ἑκατονταπλασίονα λαμβάνει.

Εἰ δὲ οὐδὲ πᾶσα ἡ γῆ ἀξία τῶν οὐρανῶν ἐστιν, ὁ ἄρα ἀφεὶς ὀλίγας ἀρούρας, ὡς οὐδὲν καταλιμπάνων, κἂν οἰκίαν ἢ χρυσίον ἱκανὸν ἀφῇ, οὐκ ὀφείλει καυχᾶσθαι ἢ ἀκηδιᾷν.

Ἄλλως τε ὀφείλομεν λογίζεσθαι, ὅτι, κἂν μὴ ἀφῶμεν δι’ ἀρετὴν, ἀλλ’ ὕστερον ἀποθνήσκοντες καταλιμπάνομεν αὐτὰ πολλάκις καὶ οἷς οὐ θέλομεν, ὡς ἐμνημόνευσεν ὁ Ἐκκλησιαστής.

∆ιὰ τί οὖν μὴ δι’ ἀρετὴν ἡμεῖς καταλιμπάνομεν, ἵνα καὶ βασιλείαν κληρονομήσωμεν;

∆ιὰ τοῦτο μηδὲ τοῦ κτᾶσθαί τις ἡμῶν ἐπιθυμίαν λαμβανέτω.

Τί γὰρ κέρδος ταῦτα κτᾶσθαι, ἃ μηδὲ αἴρομεν μεθ’ ἑαυτῶν;

τί οὐ μᾶλλον ἐκεῖνα κτώμεθα, ἃ καὶ μεθ’ ἑαυτῶν ἆραι δυνάμεθα, ἅτινά ἐστι φρόνησις, δικαιοσύνη, σωφροσύνη, ἀνδρεία, σύνεσις, ἀγάπη, φιλοπτωχία, πίστις ἡ εἰς Χριστὸν, ἀοργησία, φιλοξενία;

Ταῦτα κτώμενοι, εὑρήσομεν αὐτὰ πρὸ ἑαυτῶν ἐκεῖ ποιοῦντα ἡμῖν ξενίαν ἐν τῇ γῇ τῶν πραέων.

Ὥστε καὶ ἐκ τοιούτων πειθέτω τις ἑαυτὸν μὴ ὀλιγωρεῖν·

καὶ μάλιστα, ἐὰν λογίσηται, δοῦλον ἑαυτὸν εἶναι τοῦ Κυρίου, καὶ ὀφείλοντα τῷ δεσπότῃ δουλεύειν.

Ὥσπερ οὖν ὁ δοῦλος οὐκ ἂν τολμήσῃ λέγειν·

Ἐπειδὴ χθὲς εἰργασάμην, οὐκ ἐργάζομαι σήμερον·

οὐδὲ τὸν παρελθόντα χρόνον μετρῶν, παύσεται τῶν ἑξῆς ἡμερῶν, ἀλλὰ καθ’ ἡμέραν, ὡς ἐν τῷ Εὐαγγελίῳ γέγραπται, τὴν αὐτὴν προθυμίαν δείκνυσιν, ἵνα τῷ κυρίῳ αὐτοῦ ἀρέσκῃ, καὶ μὴ κινδυνεύσῃ·

οὕτω καὶ ἡμεῖς καθ’ ἡμέραν ἐπιμένωμεν τῇ ἀσκήσει, εἰδότες, ὅτι, ἐὰν μίαν ἡμέραν ἀμελήσωμεν, οὐ διὰ τὸν παρελθόντα χρόνον ἡμῖν συγχωρήσει, ἀλλὰ διὰ τὴν ἀμέλειαν ἀγανακτήσει καθ’ ἡμῶν.

Οὕτως καὶ ἐν τῷ Ἰεζεχιὴλ ἠκούσαμεν·

οὕτως καὶ ὁ Ἰούδας διὰ νύκτα μίαν ἀπώλεσε καὶ τοῦ παρελθόντος χρόνου τὸν κάματον.

Ἐχώμεθα οὖν, τέκνα, τῆς ἀσκήσεως, καὶ μὴ ἀκηδιῶμεν.

Ἔχομεν γὰρ ἐν τούτῳ καὶ τὸν Κύριον συνεργὸν, ὡς γέγραπται·

Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεὸς εἰς τὸ ἀγαθόν.

Εἰς δὲ τὸ μὴ ὀλιγωρεῖν ἡμᾶς καλὸν τὸ τοῦ Ἀποστόλου ῥητὸν μελετᾷν, τὸ, Καθ’ ἡμέραν ἀποθνήσκω.

Ἂν γὰρ καὶ ἡμεῖς, ὡς ἀποθνήσκοντες καθ’ ἡμέραν, οὕτως ζῶμεν, οὐχ ἁμαρτήσομεν.

Ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ἵνα, ἐγειρόμενοι καθ’ ἡμέραν, νομίζωμεν μὴ μένειν ἕως ἑσπέρας, καὶ πάλιν μέλλοντες κοιμᾶσθαι, νομίζωμεν μὴ ἐγείρεσθαι·

ἀδήλου φύσει καὶ τῆς ζωῆς ἡμῶν οὔσης, καὶ μετρουμένης καθ’ ἡμέραν παρὰ τῆς Προνοίας.

Οὕτω δὲ διακείμενοι, καὶ καθ’ ἡμέραν οὕτω ζῶντες, οὔτε ἁμαρτήσομεν, οὔτε τινὸς ἐπιθυμίαν ἕξομεν, οὔτε μηνιοῦμέν τινι, οὔτε θησαυρίσομεν ἐπὶ τῆς γῆς·

ἀλλ’ ὡς καθ’ ἡμέραν προσδοκῶντες ἀποθνήσκειν, ἀκτήμονες ἐσόμεθα, καὶ πᾶσι πάντα συγχωρήσομεν·

ἐπιθυμίας δὲ γυναικὸς, ἢ ἄλλης ῥυπαρᾶς ἡδονῆς, οὐδ’ ὅλως κρατήσομεν, ἀλλ’ ὡς παρερχομένην ἀποστραφησόμεθα·

ἀγωνιῶντες ἀεὶ καὶ προβλέποντες τὴν ἡμέραν τῆς κρίσεως.

Ἀεὶ γὰρ ὁ μείζων φόβος καὶ ὁ ἀγὼν τῶν βασάνων διαλύει τὸ λεῖον τῆς ἡδονῆς, καὶ τὴν ψυχὴν κλίνουσαν ἀνίστησιν.

Οὐκοῦν ἀρξάμενοι καὶ ἐπιβάντες ἤδη τῇ ὁδῷ τῆς ἀρετῆς, ἐπεκτεινώμεθα μᾶλλον ἵνα φθάσωμεν ἐπὶ τὰ ἔμπροσθεν.

Καὶ μηδεὶς εἰς τὰ ὀπίσω στρεφέσθω, ὡς ἡ γυνὴ τοῦ Λώτ·

μάλιστα ὅτι Κύριος εἴρηκεν·

Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Τὸ δὲ στραφῆναι οὐδὲν ἕτερόν ἐστιν ἢ μεταμεληθῆναι, καὶ πάλιν κοσμικὰ φρονεῖν.

Μὴ φοβεῖσθε δὲ ἀκούοντες περὶ ἀρετῆς, μηδὲ ξενίζεσθε περὶ τοῦ ὀνόματος·

οὐ γὰρ μακρὰν ἀφ’ ἡμῶν ἐστιν οὐδ’ ἔξωθεν ἡμῶν συνίσταται, ἐν ἡμῖν δέ ἐστι τὸ ἔργον, καὶ εὔκολόν ἐστι τὸ πρᾶγμα, ἐὰν μόνον θελήσωμεν.

Ἕλληνες μὲν οὖν ἀποδημοῦσι, καὶ θάλατταν περῶσι, ἵνα γράμματα μάθωσιν·

ἡμεῖς δὲ οὐ χρείαν ἔχομεν ἀποδημῆσαι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, οὔτε περᾶσαι θάλατταν διὰ τὴν ἀρετήν.

Φθάσας γὰρ εἶπεν ὁ Κύριος·

Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν·

Οὐκοῦν ἡ ἀρετὴ τοῦ θέλειν ἡμῶν μόνου χρείαν ἔχει·

ἐπειδήπερ ἐν ἡμῖν ἐστι, καὶ ἐξ ἡμῶν συνίσταται.

Τῆς γὰρ ψυχῆς τὸ νοερὸν κατὰ φύσιν ἑκούσης, ἡ ἀρετὴ συνίσταται.

Κατὰ φύσιν δὲ ἔχει, ὅτ’ ἂν ὡς γέγονε μένει, γέγονε δὲ καλὴ καὶ εὐθὴς λίαν.

∆ιὰ τοῦτο ὁ μὲν τοῦ Ναυῆ Ἰησοῦς παραγγέλλων ἔλεγε τῷ λαῷ·

Εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς Κύριον τὸν Θεὸν Ἰσραήλ·

ὁ δὲ Ἰωάννης·

Εὐθείας ποιεῖτε τὰς τρίβους ὑμῶν.

Τὸ γὰρ εὐθεῖαν εἶναι τὴν ψυχὴν, τοῦτό ἐστι τὸ κατὰ φύσιν νοερὸν αὐτῆς ὡς ἐκτίσθη.

Πάλιν δὲ ὅτ’ ἂν ἐκκλίνῃ, καὶ ἐν διαστροφῇ τοῦ κατὰ φύσιν γένηται, τότε κακία ψυχῆς λέγεται.

Οὐκοῦν οὐκ ἔστι δυσχερὲς τὸ πρᾶγμα·

ἐὰν γὰρ μείνωμεν ὡς γεγόναμεν, ἐν τῇ ἀρετῇ ἐσμεν·

ἐὰν δὲ λογιζώμεθα τὰ φαῦλα, ὡς κακοὶ κρινόμεθα.

Εἰ μὲν οὖν ἔξωθεν ἦν ποριστέον τὸ πρᾶγμα, δυσχερὲς ὄντως ἦν·

εἰ δὲ ἐν ἡμῖν ἐστι, φυλάξωμεν ἑαυτοὺς ἀπὸ ῥυπαρῶν λογισμῶν, καὶ ὡς παρακαταθήκην λαβόντες, τηρήσωμεν τῷ Κυρίῳ τὴν ψυχήν·

ἵν’ αὐτὸς ἐπιγνῷ τὸ ποίημα αὐτοῦ, οὕτως οὖσαν, ὥσπερ αὐτὴν καὶ πεποίηκεν αὐτήν.

Ἔστω δὲ ἡμῖν ἀγὼν, ὥστε μὴ τυραννεῖν ἡμῶν θυμὸν, μηδὲ κρατεῖν ἡμῶν ἐπιθυμίαν.

Γέγραπται γὰρ, ὅτι ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται·

ἡ δὲ ἐπιθυμία, συλλαβοῦσα, τίκτει ἁμαρτίαν·

ἡ δὲ ἁμαρτία, ἀποτελεσθεῖσα ἀποκύει θάνατον.

Οὕτω δὲ πολιτευόμενοι νήφωμεν ἀσφαλῶς·

καὶ, ὡς γέγραπται, πάσῃ φυλακῇ τηρῶμεν ἑαυτῶν τὴν καρδίαν.

Ἐχθροὺς γὰρ ἔχομεν δεινοὺς καὶ πανούργους, τοὺς πονηροὺς δαίμονας·

καὶ πρὸς τούτους ἐστὶν ἡμῖν ἡ πάλη, ὡς εἶπεν ὁ Ἀπόστολος·

Οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, καὶ πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις.

Πολὺς μὲν οὖν ἐστιν αὐτῶν ὁ ὄχλος ἐν τῷ καθ’ ἡμᾶς ἀέρι, καὶ μακρὰν οὐκ εἰσὶν ἀφ’ ἡμῶν·

πολλὴ δέ τίς ἐστιν ἐν αὐτοῖς ἡ διαφορά.

Καὶ περὶ μὲν τῆς φύσεως αὐτῶν καὶ τῆς διαφορᾶς πολὺς ἂν εἴη λόγος, καὶ ἄλλων μειζόνων ἢ καθ’ ἡμᾶς ἐστι τὸ τοιοῦτον διήγημα·

τὸ δὲ νῦν κατεπεῖγον καὶ ἀναγκαῖον ἡμῖν, γνῶναί ἐστι μόνον τὰς καθ’ ἡμῶν αὐτῶν πανουργίας·

Πρῶτον τοίνυν τοῦτο γινώσκωμεν, ὅτι οἱ δαίμονες οὐ καθ’ ὃ δαίμονες καλοῦνται, οὕτω γεγόνασιν·

οὐδὲν γὰρ κακὸν ἐποίησεν ὁ Θεός·

ἀλλὰ καλοὶ μὲν γεγόνασι καὶ αὐτοὶ, ἐκπεσόντες δὲ ἀπὸ τῆς οὐρανίου φρονήσεως, καὶ λοιπὸν περὶ τὴν γῆν καλινδούμενοι, τοὺς μὲν Ἕλληνας ἠπάτησαν ταῖς φαντασίαις, ἡμῖν δὲ τοῖς Χριστιανοῖς φθονοῦντες, πάντα κινοῦσι, θέλοντες ἐμποδίζειν ἡμᾶς τῆς εἰς οὐρανοὺς ἀνόδου·

ἵνα μὴ ὅθεν ἐξέπεσον αὐτοὶ ἀνέλθωμεν ἡμεῖς.

∆ι’ ὃ καὶ πολλῆς εὐχῆς, καὶ ἀσκήσεώς ἐστι χρεία·

ἵνα τις, λαβὼν διὰ τοῦ Πνεύματος χάρισμα διακρίσεως πνευμάτων, γνῶναι δυνηθῇ τὰ κατ’ αὐτούς·

καὶ τίνες μὲν αὐτῶν εἰσιν ἔλαττον φαῦλοι, τίνες δὲ ἐκείνων φαυλότεροι, καὶ περὶ ποῖ paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ