2018-03-25 19:51:36
Φωτογραφία για Σήμερα 26 Μαρτίου, η Αγία μας Εκκλησιάζει εορτάζει την Σύναξη του Αρχαγγέλου Γαβριήλ
Ἀπολυτίκιον

Ἦχος δ’.

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεί ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπῃ τῶν πτερύγων τῆς ἀῢλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας ἐκτενῶς καί βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς Ταξιάρχης τῶν ἄνω Δυνάμεων.

Ἕτερον Ἀπολυτίκιον

Ἦχος δ’. Ὃ ὑψωθεῖς ἐν τῷ Σταυρῳ.

Φερωνυμία καταλλήλω ἐμπρέπων, καθυπουργεῖς ἐν τὴ τοῦ Λόγου σαρκώσει, ὡς στρατηγοὶ τῶν Ἀσωμάτων τάξεων ὅθεν εὐηγγέλισαι, τὴ Παρθένω Μαρία, χαῖρε προσφωνῶν αὐτή, τὸν Θεὸν γὰρ συλλήψη, ὂν ἐκδυσώπει σώζεσθαι ἠμᾶς, τοὺς σὲ ὑμνοῦντας, Γαβριὴλ Ἀρχάγγελε.

Κοντάκιον

Ἦχος δ’.

Ἀρχιστράτηγε Θεοῦ λειτουργέ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγέ καὶ ἀρχηγέ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρέσβευε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγος.

Κάθισμα

Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.

Ὁ μέγας Γαβριήλ, Ἀρχηγὸς τῶν Ἀγγέλων, δεικνύμενος ἀεί, σὺν αὐτοῖς ἀνακράζει, τὸ θεῖον μελῴδημα, τῇ Τριάδι γηθόμενος. Τοῦτον ἅπαντες, μεγαλοφώνως ἐν πίστει, ἀνυμνήσωμεν, καὶ καθαρᾷ διανοίᾳ, αἰσίως δοξάσωμεν.
paraklisi
ΦΩΤΟΓΡΑΦΙΕΣ
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ