2018-04-30 17:08:54
Φωτογραφία για Παρακλητικός Κανών εις τον Άγιο Πορφύριο τον Καυσοκαλυβίτη
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3 φορές) 

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου. Ἐλθέτω ἡ βασιλεία Σου. Γεννηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρύσαι ἡμὰς ἀπὸ τοῦ πονηροῦ. 

Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 


Ψαλμός 142΄ 

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. 

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. 

Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου˙ ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. 

Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος˙ καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. 

Διεπέτασα πρὸς Σὲ τάς χεῖρας μου˙ ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. 

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. 

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 

Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα. 

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου. 

Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε˙ πρὸς Σὲ κατέφυγον˙ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. 

Τὸ πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. 

Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου˙ ὅτι ἐγὼ δοῦλός Σου εἰμι. 

Ἦχος δ.΄ 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

Παρά Κυρίου ἐγένετο αὔτη, και έστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν. 

Θεός Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 

Τροπάρια. 

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. 

Τῷ νεοφώτῳ Ἐκκλησίας φωστῆρι τῷ διαλάμψαντι ἀκτῖσιν ἐνθέου σοφίας, διακρίσεως, ἀόκνου εὐχῆς, συμπαθείας, νήψεως καὶ ἀφάτου ἀγάπης, ἅπαντες προσπέσωμεν ἀνακράζοντες πίστει• ὑπὲρ ἡμῶν, Πορφύριε, Χριστῷ μὴ διαλίπῃς πρεσβεύων ἑκάστοτε. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Τὸ αὐτό. 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Θεοτοκίον. 

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εί μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾱς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ• σούς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν. 

Ψαλμός 50΄ 

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. 

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 

Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. 

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. 

Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 

Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. 

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 

Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. 

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

Διδάξω ἀνόμους τάς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. 

Ρύσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. 

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. 

Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν˙ ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον˙ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. 

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. 

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ὠδὴ α΄. Ἦχος πλ.δ'. Ὑγράν διοδεύσας. 

Ταμεῖον ἀδάπανον ἀρετῶν καὶ πύρσευμα θείας ταπεινώσεως νεαυγές, Πορφύριε, φεύγειν Φαρισαίου ὑψηγορίαν δεινὴν με ἀξίωσον. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ἀπαύγασμα νέον τῆς ἐν Χριστῷ καινῆς πολιτείας, σκοτομήνην ἡμῶν παθῶν, Πορφύριε, σκέδασον λιταῖς σου πρὸς τὸν Χριστόν, φωτοπάροχον Κύριον. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Πατέρων ἀκρότης θεοφιλῶν, Πορφύριε μάκαρ, εὐσεβούντων κατευθυντὴρ πληθύος πρὸς δρόμους οὐρανίους, αὐτῶν ἡμᾱς οἰκιστὰς δεῖξον, ὅσιε. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Ἐπίσταξον πᾶσι ταῖς σαῖς λιταῖς ὑψόθεν ἐλέους τοῦ Παντάνακτος καὶ Θεοῦ ῥανίδας τοῖς σὲ ἀεὶ τιμῶσιν ὡς συμπαθείας νεφέλην, Πορφύριε. 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Θεοτοκίον. 

Ἰλύος με κάθαρον τῶν παθῶν, Κεχαριτωμένη Θεοτόκε, ὡς ἂν στολὴν λαμπρὰν καὶ χιτῶνα ἀφθαρσίας περιβληθῶ ὁ πολύτλας οἰκέτης σου. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ὠδὴ γ'. Οὐρανίας ἁψῖδος. 

Νοσηροὺς λογισμούς μου καὶ ἀπρεπεῖς σκέδασον τῷ φωτὶ τῆς σῆς προστασίας, πάτερ Πορφύριε, καὶ τάς θυρίδας νοὸς ἀσφάλισόν μου τάς πέντε, ἳνα μὴ μολύνῃ με ὁ πολυμήχανος. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ὡς λαμπτὴρ συμπαθείας νεολαμπής, ὅσιε, κόσμον κατεφώτισας ἄρτι τόν σοί προσφεύγοντα καὶ ἐκζητοῦντα τάς σάς πρὸς τὸν θεῖον ἱκεσίας, ἀσκητὰ Πορφύριε, θεοειδέστατε. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Στηριγμὸς ἀδυνάτων σῶν ἱκετῶν ἄσειστος ἐποφθείς, Πορφύριε μάκαρ, καὶ καταφύγιον χειμαζομένων δεινῶς ἡμῶν λιτὰς μὴ παρίδῃς νῦν ἐκδεχομένων σου θείαν βοήθειαν. 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Θεοτοκίον. 

Εὐμενῶς τάς αἰτήσεις σῶν οἰκετῶν,Δέσποινα, πρόσδεξαι καὶ ταύτας σῷ θείῳ Τόκῳ προσάγαγε, Θεοκυῆτορ ἁγνή, εὐλογημένη Μαρία, ὡς θερμὴ μεσίτρια κόσμου καὶ πρέσβειρα. 

Διάσωσον ἀπὸ κινδύνων, προγνώσεως ἐκμαγεῖον καὶ χαρίτων τῶν τοῦ Θεοῦ, Πορφύριε, ἔσοπτρον, τοὺς σπεύδοντας πόθῳ ταῖς σαῖς πρεσβείαις. 

Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. 

Αἴτησις καὶ τὸ Κάθισμα, 

Ἦχος β'. Πρεσβεία θερμή. 

Θαυμάτων πηγὴν ἀείρρυτον δοξάζων σε Χριστὸς ὁ Θεὸς ἀνέδειξε, Πορφύριε, ἐξ ἧς ἀρυόμενοι δαψιλῶς ἰάσεων νάματα ἀναβοῶμεν, Χαῖρε, ἀσκητά,νεόδμητον κόσμου περιτείχισμα. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ὠδὴ δ'. Εἰσακήκοα, Κύριε. 

Ὡς ἀστὴρ διοράσεως λάμψας ἐν ἐσχάτοις καιροῖς, Πορφύριε, τὴν ψυχήν μου φωταγώγησον μόνον ἐκζητεῖν Θεὸν τὸν εὔσπλαγχνον. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Στηλογράφημα νήψεως, ψυχικῆς εἰρήνης καὶ ταπεινώσεως, ἀσκητὰ Θεοῦ, Πορφύριε, νήφειν με ἀξίωσον σὸν πρόσφυγα. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Πολεμούμενον πάθεσι ζοφεροῖς εἰρήνευσον τὸν τιμῶντα σε ὡς τοῦ πλάνου πολεμήτορος ὀλετῆρα, ὅσιε Πορφύριε. 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Θεοτοκίον. 

Λύπης σκέδασον, Δέσποινα, ζόφον τυραννοῦντα μὲ ταῖς ἐντεύξεσι Πορφυρίου τοῦ θεόφρονος καὶ χαρᾶς πυρσεύμασί με αὔγασον. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ὠδὴ ε΄. Φώτισον ἡμᾶς. 

Ἤρεμον, σοφέ, βίον ἄγειν με ἀξίωσον καὶ ἀτάραχον, Πορφύριε, βοῶ, ἀπὸ πάσης ἐπηρείας τοῦ ἀλάστορος. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Στῦλος ἀρετῆς πεφηνὼς ἀρτίως, ὄλβιε, ὑποστήριξον ἀγῶνας τοὺς ἡμῶν ἀρετῆς πρὸς κτῆσιν, ἔνθεε Πορφύριε. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Ὄμβρον δωρεῶν οὐρανόθεν μοι ἐπίσταξον θείου Πνεύματος καὶ δρόσισον ψυχὴν ἀμπλακήμασι πυρέσσουσαν, Πορφύριε. 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Θεοτοκίον. 

Νέου ἀσκητοῦ Πορφυρίου ἀγαλλίαμα, τὰ ἐντάλματα τηρῆσαι σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν ἀξίωσον σούς πρόσφυγας. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ὠδὴ στ'. Τήν δέησιν. 

Μελίσμασι μυστικοῖς τὴν μνήμην σου τὴν πανίερον τιμῶντες βοῶμεν ὁ ἀρωγὸς τεθλιμμένων καὶ ῥύστης καὶ ἰατὴρ δαιμονώντων ταχύτατος, ἀπάλλαξόν με τῶν παθῶν τρυχομένων δεινῶς με, Πορφύριε. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ἐπίσκεψαι ἐπικαλουμένους σε καὶ τὴν θείαν αἰτουμένους πρεσβείαν καὶ δὸς ἡμῖν σθένος τρῶσαι τὸν πλάνον ἀγάπης ἔργοις καὶ πίστει, Πορφύριε, ὁ τῇ μάχαιρᾳ προσευχῆς ἀρχεκάκου συγκόψας τὸ φρύαγμα. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Πορφύριε, ποταμὲ νεόρρυτε θαυμασίων, τάς ἀνίκμους καρδίας ἡμῶν κατάρδευσον, σημαιοφόρε, ῥανίσι σῶν πρὸς τὸν Κτίστην ἐντεύξεων, ἳνα τὴν χάριν σου ἀεὶ μεγαλύνωμεν πάντες γηθόμενοι. 

Θεοτοκίον. 

Ὁδήγησον πρὸς νομὰς τοὺς δούλους σου εὐφροσύνης καὶ χαρᾱς αἰωνίου τοῦ Πορφυρίου θερμαῖς ἱκεσίαις, Θεοκυῆτορ ἁγνή, Ὁδηγήτρια, ὡς ἂν σε ὕμνοις μελιχροῖς εἰς αἰῶνας λαμπρῶς μεγαλύνωμεν. 

Διάσωσον ἀπὸ κινδύνων, προγνώσεως ἐκμαγεῖον καὶ χαρίτων τῶν τοῦ Θεοῦ, Πορφύριε, ἔσοπτρον, τοὺς σπεύδοντας πόθῳ ταῖς σαῖς πρεσβείαις. 

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παρρησίαν. 

Αἴτησις καὶ τὸ Κοντάκιον. 

Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου. 

Τῆς ταπεινώσεως ἔμπνουν θησαύρισμα καὶ ἀρετῆς φιλοθέου διδάσκαλον, Πορφύριον νέον, τιμήσωμεν ὡς θαυμασίων φανὸν τὸν νεόφωτον αὐτοῦ τάς λιτὰς ἐξαιτούμενοι. 

Προκείμενον. 

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. 

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. 

Εὐαγγέλιον Ματθ. ια' 27-30. 

Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου• καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν• ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. 

Προσόμοιον. 

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμών Σου ἐξάλειψον τὸ ἀνομημά μου. 

Ἦχος πλ. β'. Ὅλην ἀποθεμένοι. 

Βλάστημα περίδοξον ἁγιοτόκου Εὐβοίας, Ἀττικῆς ἡδύτερπνον ἄνθος καὶ τοῦ Ἄθωνος σεμνολόγημα, πάτερ Πορφύριε, μύροις σῶν χαρίτων κατεμύρισας τὰ πέρατα καὶ πάντας ηὔφρανας ἄρτι εὐωδίᾳ τῶν λόγων σου• διὸ πιστῶν οἱ σύλλογοι νῦν ἀποζητοῦντες τάς σάς πρεσβείας ἐκβοῶμεν ῥῦσαι ἡμᾶς ἐπηρειῶν τοῦ δυσμενοῦς, ἀρρωστημάτων, κακώσεων καὶ παντοίων θλίψεων. 

Ὁ Ἱερεὺς. 

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου˙ ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια˙ πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας˙ δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ˚προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων˙ ἱκεσίαις τοῦ Τιμίου ἐνδόξου,Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου˙ τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων˙ τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας˙ Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν˙ τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου˙ τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου˙ τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν, τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ Ἁγίου τῆς ἡμέρας) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς. 

Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ροῦν κακίας μου, πάτερ, κατακλύζοντα, οἴμοι, ψυχῆς μου αὔλακας εἰς τέλος πρεσβειῶν σου δυνάμει τῶν ἐνθέρμων καταξήρανον, ὅσιε, κοσμῆτορ τῆς ἀρετῆς, Πορφύριε παμμάκαρ. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Φθόνου, πάτερ, κινδύνων, ἀλγηδόνων παντοίων καὶ περιστάσεων, Πορφύριε θέοφρον, τοὺς καταφεύγοντάς σοι ἀσινεῖς διαφύλαττε, ἀκτημοσύνης εἰκών καὶ ἀπαθείας ὂλβιε 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Ὑπερόπτας γηΐνων τοὺς ἱκέτας σου δεῖξον, κλεινὲ Πορφύριε, ὁ εἰληφώς τὴν χάριν τὰ μέλλοντα προλέγειν καὶ ψυχῶν τὰ ἐνδότερα γινώσκειν, ὡς τῶν φθαρτῶν ἁπάντων ὑπερόπτης. 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Θεοτοκίον. 

Ρύπον πλῦνον ψυχῆς μου πρεσβειῶν σου ὑσσώπῳ, Θεοχαρίτωτε, Κυρία Θεοτόκε, καὶ ἄφεσιν πταισμάτων ἱκεσίαις σου δίδου μοι, ἵνα Χριστῷ σῷ Υἱῷ ειλικρινῶς δουλεύσω. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ὠδὴ η΄. Τόν Βασιλέα. 

Ἱερωσύνης ένδεδυμένος ποδήρη και ἀγγέλων μιμούμενος βίον εἴληφας τήν χάριν ἡμᾶς ὑψόθεν σκέπειν. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ἔγνωμεν πάντες θεραπευτὴν σὲ τῶν νόσων ὅθεν πίστει, Πορφύριε, τάχος σπεύδομεν ἐνθέρμοις πρὸς τὸν Χριστὸν λιταῖς σου. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Θαυμάτων ὤφθης ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις πολυχεύμων χειμάρρους καὶ κρήνη θεία ἰαμάτων, Πορφύριε θέοφρον. 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Θεοτοκίον. 

Ἐν τρικυμίαις καὶ καταιγίσι τοῦ βίου ἴσθι σκέπη ἡμῶν, Θεοτόκε, καὶ ἀπλανεστάτη, Παρθένε, κυβερνῆτις. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ὠδὴ θ΄. Κυρίως Θεοτόκον. 

Ἰάσεων ταμεῖον ζῶν καὶ μετὰ πότμον, πνευματοφόρε Πορφύριε, πέφανσαι καὶ νοσημάτων παντοίων ἀλεξιτήριον. 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ἁγίως διανύσας τὴν ζωήν σου, πάτερ καθαγιάζεις ἀπαύστως, Πορφύριε, τοὺς ἀνυμνοῦντας τοῦ βίου σου τὰ παλαίσματα. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Σωμάτων τάς ὀδύνας καὶ ψυχῶν τάς νόσους σαῖς ἱκεσίαις ἡμῶν ἐπικούφισον ὡς ἰατρῶν ἀναργύρων βαλβίς, Πορφύριε. 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Θεοτοκίον. 

Xαρίτωσον, Παρθένε, σὲ τοὺς ἀνυμνοῦντας ὡς τοῦ Δεσπότου Χριστοῦ ἀνακτόριον περικαλλές, Πορφυρίου τοῦ νέου σέμνωμα. 

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν. 

Χαίροις, διοράσεως ὁ κανών, χαίροις, συμπαθείας καὶ ἀγάπης ὁ θησαυρός, χαίροις, ὁ ἀρτίως εὐχῇ καὶ διακρίσει ὡς ἥλιος ἐκλάμψας, πάτερ Πορφύριε. 

Τὸν ἱεροφαντορα τὸν σεμνόν, τὸν πεποικιλμένον θείου Πνεύματος δωρεαῖς, στέψωμεν ἐκθύμως μελίσμασιν ἐνθέοις, Πορφύριον, Κυρίου φίλον τὸν γνήσιον. 

Τέλος τοῦ σοῦ βίου σαφῶς προγνοὺς ἦλθες εἰς τὸν Ἂθω, ἳνα φύγῃς τῶν χοϊκῶν ἔπαινον καὶ ὓπνον ἐμπρέποντα ὁσίοις ἐν τούτῳ ἐκοιμήθης ἄρτι, Πορφύριε. 

Χαίροις, ὁ ταχύτατος βοηθὸς τῶν ἐμπεριστάτων, τεθλιμμένων ἡ χαρμονή, τῶν ἀδικούμενων προστάτης καὶ νοσούντων θεραπευτὴς ὁ θεῖος, μάκαρ Πορφύριε. 

Χαίροις, ὁ δυνάμενος ὁδηγεῖν σῶν εὐχῶν πυξίδι πεζοπόρους τοὺς τῆς ζωῆς πρὸς χαρᾶς λειμῶνας, Πορφύριε θεόφρον, ψυχῶν οἰακοστρόφος ὁ ἀπλανέστατος. 

Χαίροις, ὁ χαρίτων πλησθεὶς πολλῶν ἐν ἐσχάτοις χρόνοις καὶ ἰθύνας πιστοὺς καλῶς πρὸς λειμῶνας θείους, ἀστὴρ θεοσοφίας καὶ ἀκραιφνοῦς ἀγάπης, πάτερ Πορφύριε. 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς . 

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3 φορές) 

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου. Ἐλθέτω ἡ βασιλεία Σου. Γεννηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρύσαι ἡμὰς ἀπὸ τοῦ πονηροῦ. 

Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Απολυτίκιον. 

Ἦχος πλ.α΄. Τόν συνάναρχον Λόγον. 

Προγιγνώσκειν τὸ μέλλον σοφῶς, Πορφύριε, ὡς ἀντιμίσθιον πόνων καὶ βιοτῆς εὐσεβοῦς χάριν δέδωκέ σοι ἄνωθεν ὁ Κύριος, ἄνθος Εὐβοίας ἱερόν, ἐκ τοῦ Ἂθω μυστικῶς πρὸς κήπους μετεφυτεύθης ἀλήκτου δόξης πρεσβεύειν Χριστῷ ὑπὲρ τῶν εὐφημούντων σε. 

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἥν ψάλλομεν τὸ ἑξῆς: 

Ἦχος β'. Ὅτε ἐκ τοῦ Ξύλου. 

Ἄστρον ἀρετῶν νεολαμπές, φρυκτωρὲ σεμνῆς πολιτείας καὶ λαμπηδὼν ἀκραιφνοῦς νήψεως, Πορφύριε, ἡμῶν σκοτόμαιναν ἁμαρτίας διάλυσον εὐχῶν σου τῷ φάει καὶ χαρίτων λάμψεσι τῶν σῶν καταύγασον μύχια ἡμῶν τῆς καρδίας, ἵνα ὡς προστάτην καὶ ῥύστην ἐκ δεινῶν ἀεὶ σὲ μεγαλύνωμεν. 

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. 

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου. 

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Πηγή
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ