2018-10-27 18:22:12
Φωτογραφία για «Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου»
Μετὰ τὴν καταβασίαν, ἢ τὸν ἀντ' αὐτῆς εἱρμόν, τῆς η' ᾠδῆς, ἐκφωνοῦντος τοῦ διακόνου ἢ τοῦ ἱερέως Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός κτλ., στιχολογεῖται ἡ τιμιωτέρα. Ἤτοι ψάλλουσιν οἱ χοροὶ τὸ τροπάριον:

Τὴν τιμιωτέραν τῶν Χερουβὶμ 

καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, 

τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, 

τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

ἑξάκις, ἐναλλάξ, ἀρχομένου τοῦ δεξιοῦ χοροῦ. Πρὸ ἑκάστου δὲ τροπαρίου προτάσσεται καὶ ἀνὰ εἷς ἐκ τῶν ἕξ στίχων τῆς ᾠδῆς τῆς Θεοτόκου (Λουκ. α' 46-55):

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ, καὶ τὸ ἔλεος Αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις Αὐτόν.Ἐποίησε κράτος ἐν βραχίονι Αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.Ἀντελάβετο Ἰσραὴλ παιδὸς Αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραάμ καὶ τῷ σπέρματι Αὐτοῦ ἕως αἰῶνος.
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ