2019-04-30 23:27:29
Φωτογραφία για ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ  ΕΠΙ ΤΗ ΑΝΑΣΤΑΣΗ ΤΟΥ ΚΥΡΙΟΥ
Κοντάκιον Ήχος πλ΄δ΄ 

-Τῇ Ὑπερμάχῳ- 

Ὡς Ζωηφόρος Τοῦ Κυρίου ἡμῶν Μήτηρ, 

Τῶν οὐρανῶν ὑψηλοτέρα ἀνεδείχθης, 

Ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνωμεν. 

Ἀλλ’ὡς φέρουσα Ζωῆς Κυρίου νάματα, 

Ἐκ θανάτου ψυχικοῦ ἡμὰς ἀνάστησον, 

Ἵνα κράζωμεν , 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

ΣΤΑΣΙΣ ΠΡΩΤΗ 

Ἄγγελος ἑξαστράπτων τῷ μνημείῳ επέμφθη 

κηρύξαι τὴν Ἀνάστασιν πάντων, 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ημών(γ΄) 

καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ , Ἀναστάντα θεωρῶν Σὲ Κύριε , 

ἐξίστατο καὶ ἵστατο βοῶν τῇ Θεοτόκῳ ταῦτα.

Χαῖρε δι’ἧς τεθνηκότες ζωούνται 

Χαῖρε δι’ἧς γαλαξίαι καινούνται. 

Χαῖρε ἡ φωτίζουσα τὰ ταμεῖα τοῦ Ἅδου. 

Χαῖρε ἡ συντρίψασα τοὺς μοχλοὺς τοῦ θανάτου. 

Χαῖρε τοῦ Παραδείσου τῆς πύλης τὸ ῥόπτρον, 

Χαῖρε τοῦ Βασιλέως τὸ πάναγνον ῥόδον. 


Χαῖρε δι’ἧς ὁ Ἀδὰμ τοῦ θανάτου ἀνίσταται 

Χαῖρε δι’ἧς τῆς φθορᾶς οἱ Βροτοὶ ἀπηλλάγημεν 

Χαῖρε τῶν Μαρτύρων τὸ ἔνδοξον κλέος 

Χαῖρε ἡ λαμπρύνουσα τὸ ἡμέτερον γένος 

Χαῖρε δι’ἧς ἡ Ζωὴ ἐκ τοῦ τάφου ἀνέτειλεν 

Χαῖρε δι’ἧς τῶν πιστῶν αἱ καρδία ἀγάλλονται 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν. 

Βλέποντες οἱ ἐν Ἄδῃ, τοῦ Κυρίου τὴν ἀνείκαστον δόξαν, ἔκραξαν Αὐτῷ θαρσαλέως.Ὁ Θεὸς καὶ Ζωῆς χορηγός , πως κατεδέχθεις ενθάδε ἐλθεῖν ὡς κραταιὸς καὶ τὰ δεσμὰ τοῦ θανάτου συνθλᾶσαι; Κράζοντες το             Ἀλληλούϊα 

Γνῶσιν ἄγνωστον γνῶναι ,Ἰωάννης σὺν Πέτρῳ ζητοῦντες , ἔδραμον, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον.Καὶ θεωροῦντες κείμενα τὰ ὀθόνια μόνα, ἐβόων μετὰ δέους πρὸς τὴν Θεοτόκον 

Χαῖρε τοῦ Παρακλήτου λαμπρὸν οἰκητήριον 

Χαῖρε τῶν Ἀποστόλων τὸ μέγα ἐφύμνιον 

Χαῖρε πύλη ἀδιόδευτος ὡς ὑπάρχεις ἀληθῶς 

Χαῖρε ὄρος καὶ παλάτιον τοῦ Δεσπότου τοῦ παντὸς 

Χαῖρε ὅτι βλυστάνεις τῆς ἁγνείας τὰ ἄνθη 

Χαῖρε ὅτι καὶ Μήτηρ καὶ Παρθένος ὑπάρχεις 

Χαῖρε ἡ πικραίνουσα τοῦ θανάτου τὴν γεῦσιν 

Χαῖρε ἡ γλυκαίνουσα τῶν πιστῶν τάς αἰσθήσεις 

Χαῖρε ὅτι ὤλεσας τοῦ θανάτου τὸν θρόνον 

Χαῖρε ὅτι ἤνοιξας Παραδείσου τάς θύρας 

Χαῖρε δι’ἧς Ἀγγέλων τάξεις εὐφραίνονται 

Χαῖρε δι’ἧς δαιμόνων θράση κατήργηνται 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν. 

Δύναμις Τοῦ Ὑψίστου ἐπεσκίασε τότε εἰς τοῦ Ἅδου τῶν χασμάτων τὰ ταμεῖα καὶ ἡ ἀφεγγὴς αὐτοῦ τυραννὶς ἐσκυλεύθη τῷ Του Λόγου ἁγίῳ Φωτί, ἐν τῷ ψάλειν ἡμᾶς οὕτως                 Ἀλληλούϊα 

Ἔχουσα Θεανθρώπου τὴν ψυχὴν εἰς τὰ σπλάχνα, τῷ φόβῳ ἡ γῆ ἐκλονείτω. Τὸν γὰρ ἀχώρητον παντί, ἑαυτῇ οὐκ ἠδυνήθη χωρεῖν καὶ ούτως ἐβόα πρὸς Τὴν Θεοτόκον. 

Χαῖρε ὅτι τὸ θνητὸν ἀφθαρσίας ἐνδύεις 

Χαῖρε ὅτι τῶν ψυχῶν τὴν γαλήνην παρέχεις 

Χαῖρε φωτὸς ἀϊδίου τὸ χρυσόπλοκον σέλας 

Χαῖρε Ἁγίων Πατέρων τὸ πολύτιμον γέρας. 

Χαῖρε φέγγος ἀγλαόμορφον οὐρανοῦ τοῦ νοητοῦ. 

Χαῖρε ἄνθος τὸ πανεύοσμον καὶ τοῦ κόσμου χαρμονή. 

Χαῖρε μόνη χριστιανῶν ἡ στερεὰ προστασία 

Χαῖρε τῶν ἀπιστούντων ἡ ἐπίμοχθος ἀπορία . 

Χαῖρε τῆς ἁμαρτίας τὸ κέρας συντρίβουσα, 

Χαῖρε τῶν πιστῶν τάς καρδίας φαιδρύνουσα 

Χαῖρε πλοκῆς ῥᾳδιούργων ἡ λύσις 

Χαῖρε δεινῶν προβλημάτων ἡ ῥύστις. 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν. 

Ζάλην ένδοθεν έχων , πρεσβυτέρων ὁ δῆμος ,εὐθὺς μηκτυρίζονται πάντες.Τῶν γὰρ θαυμάτων τὸ θαῦμα μὴ δυναμένων ἔτι συγκαλύψαι, ἐπλήρωσαν ἀργύρια ἱκανὰ τοῖς στρατιώταις, μὴ εἰδότας ψάλλειν          Ἀλληλούϊα. 

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ 

Ἤκουσαν οἱ Ποιμένες Τῆς Χριστοῦ Ἐκκλησίας τὴν Ἀνάστασιν Κυρίου ἐκ Τάφου. Καὶ νομίσαντες ὡς λῆρον αὐτήν, ἐδυσπίστουν τῶν Μυροφόρων τὴν φωνὴν ἅπαντες. Ἀλλ’ὡς ἑξῆς καὶ οὔτοι πιστεύσαντες ἐβόων πρὸς Τὴν Θεοτόκον 

Χαῖρε Παρθένε τῶν θλιβομένων παραμύθιον 

Χαῖρε Μαρία ἁμαρτανόντων ἱλαστήριον 

Χαῖρε ἄνθος ἀμαράντινον ,των Ἀγγέλων γλυκασμὸς 

Χαῖρε μόνη η μηνύουσα τὴν αἰώνιον ζωὴν 

Χαῖρε ὅτι ὑπάρχεις Παραδείσου Κυρίου ο νόστος 

Χαῖρε ὅτι κατέστης Γεδεών ο πανένδροσος πόκος 

Χαῖρε τὸν κοπετὸν τοῦ βίου κουφίζουσα 

Χαῖρε ἡ τῆς ψυχῆς τον ζόφον σκεδάζουσα 

Χαῖρε ἡ ἐν σιωπῇ Τὸν Θεὸν ἀνυμνούσα 

Χαῖρε ἡ Τὸν Δεσπότην ἀσπόρως τεκούσα 

Χαῖρε δι’ἧς ὁ Σατὰν ἐνεπαίχθη 

Χαῖρε δι’ἧς ἡ ζωὴ καινουργείται. 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν. 

Θεοδρόμον πορείαν ἐπορεύθησαν τότε, εἰς Ἐμμαοὺς οἱ Μαθηταὶ Τοῦ Κυρίου. Καὶ ὡς συνοδίτην ἔχοντες Αὐτὸν , ἐν τῇ κλάσει τοῦ ἄρτου ἐπέγνωσαν αὔθις, ἵνα καὶ ἡμεῖς ὑμνῶμεν τὸ  Ἀλληλούϊα. 

΄Ἰδον Μυροφόροι γυναίκες ,ἐν μνημείῳ ορθρίως , νεανίσκον εν λευκοίς αυγασθέντα.Καὶ ὡς Ἄγγελον νοοῦντες αὐτὸν ,εἰ καὶ τρόμῳ τῇ καρδίᾳ συνείχοντο, ἔσπευσαν τοῖς Ἀποστόλοις κηρύξαι καὶ βοῆσαι τῇ Εὐλογημένη 

Χαῖρε ἡ ἀπαρχὴ τοῦ αἰωνίου φάους 

Χαῖρε ἡ χελιδὼν τῆς φωταυγοὺς ἡμέρας 

Χαῖρε ὅτι τοῦ Σταυροῦ τὴν χολὴν μετέλαβες 

Χαῖρε ὅτι τὸ πικρὸν εἰς γλυκύ μετέβαλες. 

Χαῖρε μόνη ἡ πηγάζουσα ζωῆς ὕδωρ τὸ καινὸν 

Χαῖρε μόνη ἡ ἐγείρουσα Ἀδὰμ τὸν πάλαι χοϊκόν. 

Χαῖρε τῆς ἁμαρτίας τὸν λύθρον ἡ πλύνασα 

Χαῖρε τοῦ Ἀδὰμ τὴν κατάρα ἡ σβέσασα 

Χαῖρε ὅτι τῶν δαιμόνων τάς μορφὰς ἀπελαύνεις, 

Χαῖρε ὅτι τῆς ἁμαρτίας τὸ σκότος διώκεις 

Χαῖρε ή του σύμπαντος Ἀναστάσεως αὐγή. 

Χαῖρε τοῦ προπάτορος ἡ γλυκεῖα χαρμονὴ 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν. 

Κήρυκες γεγονότες Μαθηταὶ Τοῦ Κυρίου τῆς δόξῃς καὶ τῆς πρῴην δειλίας μὴ σχόντες ,ἐκήρυξαν Τὸν Χριστὸν ἅπασιν, ἀφέντες τοὺς Ἰουδαίους ὡς χυδαίους ,μὴ εἰδότας ψάλλειν     Ἀλληλούϊα 

Λάμψας τῇ οἰκουμένῃ φωτισμὸν ἀληθείας, ἐξόρισας τοῦ Ἅδου τὸ σκότος. Τοῦ γὰρ θανάτου ἡ ἰσχὺς μὴ ἐνεγκοῦσα σοῦ Τῷ Θείῳ Φωτὶ πέπτωκεν ,οἱ τούτου δὲ σωθέντες ἐβόων πρὸς τὴν Θεοτόκον. 

Χαῖρε ἀνεσπέρου φωτὸς τὸ δοχεῖον 

Χαῖρε τῶν χαρίτων Θεοῦ τὸ ταμεῖον 

Χαῖρε ὅτι καθαίρεις τῆς ψυχῆς τὸ δυσῶδες 

Χαῖρε ὅτι λαμπρύνεις οὐρανοῦ τάς ἁψῖδας. 

Χαῖρε ὀλιγοψύχων τὸ τερπνὸν παραμύθιον 

Χαῖρε τῶν κοπιώντων καὶ μοχθούντων ἀνάπαυσις 

Χαῖρε τοῦ διαβόλου τὴν ἰσχὺν καταλύσασα 

Χαῖρε τῶν Ἀγγέλων τὴν χάριν αὐξήσασα 

Χαῖρε ὅτι τῆς χαράς Φωστῆρα ἀνέτειλας 

Χαῖρε ὅτι τῆς ἄρας ὀδύνας ἐξόρισας 

Χαῖρε τῆς ζωῆς ἡμῶν τὸ ἀμυντήριον 

Χαῖρε τῶν δεινῶν ἡμῶν φυγαδευτήριον. 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν. 

Μέλλοντος Τοῦ Κυρίου ,τὴν ἀνάπλασιν πάντων, ποιήσαι μετὰ δόξῃς ἀρρήτου, παρεδόθη τῷ τάφῳ ὡς θνητός. ἀλλ’ἀνέστη ὡς Νυμφίος λαμπρὸς ,διόπερ ἐξεπλάγημεν τὴν ἄφατον αυτού σοφίαν κράζοντες    Ἀλληλούϊα. 

ΣΤΑΣΙΣ ΤΡΙΤΗ 

Νέαν ἔδειξεν κτίσιν ,ἀναστήσας ὁ Κτίστης ἐκ φθορᾶς τὸ ἡμέτερον γένος. Τοῦ γὰρ θανάτου τὴν ἰσχὺν νεκρώσας ὥσπερ ἔπρεπε,κατήργησεν αὐτὸν , ἵνα σκιρτῶντες ἐν χαρᾷ ὑμνήσωμεν τὴν Παρθένον λέγοντες 

Χαῖρε τοῦ ἐχθροῦ ταπεινούσα τὴν ὀφρὺν 

Χαῖρε λυπηρών ἑξατμίζουσα ἀχλὺν 

Χαῖρε ἄστρον παμφαέστατον οὐρανοῦ τοῦ νοητοῦ, 

Χαῖρε ἄνθος τὸ πανεύοσμον ἐκ λειμώνων ἱερῶν 

Χαῖρε δι’ἧς οἱ Ἄγγελοι τοῖς ἀνθρώποις συμμύγνυνται 

Χαῖρε δι’ἧς ὁ ἄχρονος τοῖς Βροτοῖς συναλίζεται 

Χαῖρε βίβλε Θεοχάρακτε τοῦ Δεσπότου καὶ Θεοῦ, 

Χαῖρε πλὰξ ἡ ἀπογράφουσα σεσῳσμένων τὴν πληθύν. 

Χαῖρε ἡ ἐκ θανάτου εἰς ζωὴν ἀγαγοῦσα 

Χαῖρε τῶν πρωτοπλάστων τὴν ποινήν ἀναιροῦσα. 

Χαῖρε ἡ Χαρά τῆς Χριστοῦ Εκκλησίας 

Χαῖρε ἡ αὐγὴ βιοτῆς αἰωνίας. 

Χαῖρε ἡ Μήτηρ τῆς Ζωῆς ἡμῶν. 

Ξένον θαῦμα ἰδόντες ξενωθῶμεν βορβόρου καὶ πάσης ἁμαρτίας καὶ λύθρου. Διὰ τοῦτο γὰρ ὁ ἀπαθὴς Θεὸς ἐπὶ γῆς ἐφάνη παθητὸς ἄνθρωπος, βουλόμενος ἐγείραι σὺν αὐτῷ τοὺς ἐν χαρᾷ βοώντας .     Ἀλληλούϊα 

Ὅλος ἢν ἐν τῷ τάφῳ καὶ οὐρανῶν μηδόλως ἀπῆν, ὁ προαιώνιος Λόγος. Καὶ τῷ εὐγνώμωνι λῃστῇ,τὴν εἰς τὸν Παράδεισον ὀδοποιήσας εἴσοδον, εδίδαξεν ἵνα ψάλλει πρὸς Τὴν Θεοτόκον 

Χαῖρε περιστερὰ καὶ τροφεὺς τῆς ἁγνείας. 

Χαῖρε ἡ κιβωτὸς τῆς Χριστοῦ Ἐκκλησίας 

Χαῖρε Χριστιανῶν ὁ ἀκατάπαυστος ὕμνος 

Χαῖρε Ὀσιαρχὼν τὸ ἀκηλίδωτον κῦδος 

Χαῖρε η του πλάνου βίου των κρημνών διασώζουσα 

Χαῖρε του μέλλοντος κόσμου την Χαράν ακτινίζουσα. 

Χαῖρε τῆς ἡμῶν βιοτῆς εὐλογούσα πορείας 

Χαῖρε τῶν παθῶν τῆς ψυχῆς ἀναιροῦσα κακίας 

Χαῖρε ὅτι θανάτου τὸ κράτος ἐπάταξας. 

Χαῖρε ὅτι τοῦ Ἅδου τὰ σκῆπτρα ἐσκύλευσας 

Χαῖρε ἡ Τὸν Θεὸν ὡς βρέφος τεκούσα 

Χαῖρε τῶν συμφορῶν ἡμᾶς ἐξελοῦσα 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν. 

Πᾶσα πληθὺς τῶν Ἀγγέλων ἐξεπλάγη τὸ μέγα τῆς σῆς Ἀναστάσεως ἔργον. Τὸν γὰρ ἐν τῷ μνημείῳ ὡς νεκρὸν ἐθεώρουν, ἥλιον ζωῆς ἄδυτον και ἡμάς ζωοποιήσαντα, δεχόμενος δε τὸν ὕμνον παρὰ πάντων οὕτως          Ἀλληλούϊα 

Ῥήτορας ψευδολόγους ,Ἰουδαίων ἀκραίους ὁρῶμεν ἐπὶ σοί Θεῖε Λόγε,ἀποροῦσι γὰρ λέγειν τὸ πῶς, εί Θεὸς εἴ , ἀνθρωπίνως ἔπαθες, ἡμεῖς δὲ τὴν σὴν εὐσπλαχνίαν θαυμάζοντες Τῇ Μητρί Σου βοῶμεν 

Χαῖρε δι’ἧς ἡ δόξα Κυρίου ἀνέτειλεν 

Χαῖρε δι’ἧς οἱ Δῆμοι Ἀγγέλων χορεύουσιν 

Χαῖρε ἡ δεσμεύσασα τῶν δαιμόνων τὸ κράτος 

Χαῖρε ἡ προάγουσα Βασιλείας τὸ νῖκος 

Χαῖρε μόνη ἡ ξηράνασα πειρασμῶν τὸν ποταμὸν 

Χαῖρε ὄμβρε ἀτελεύτητε δωρεῶν τῶν πατρικῶν 

Χαῖρε τῶν πρωτοπλάστων μόνη λύσις τῆς αράς 

Χαῖρε μετανοούντων ἐξαλείφουσα ποινὰς . 

Χαῖρε τοῦ ἀπροσίτου φωτὸς τὸ ταμεῖον 

Χαῖρε τοῦ ἀθεάτου Θεοῦ τὸ πυξίον 

Χαῖρε Δαυὶδ Βασιλέως τὸ καύχημα 

Χαῖρε Προφήτου Προδρόμου τὸ κήρυγμα 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν. 

Σώσαι θέλων τὸ γένος τῶν ἀνθρώπων , φθορὰ ὑπαχθέντα, πρὸς τοῦτο τριήμερος ἐγείρεται. Καὶ ἄπνους ὑπάρχων ὡς νεκρὸς δι’ ἡμᾶς ἀνέστη εὐφροσύνης αἴτιος, ζωὴν παρέχων πᾶσιν τοῖς κραυγάζουσιν  Ἀλληλούϊα 

ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ 

Τεῖχος εἰ τῶν ὑμνούντων τῶν χαρίτων σου τὸ ἄμετρον πλῆθος.Ὁ γὰρ ἐκ τῆς σῆς νηδύος προελθὼν, ἐκ τάφου σωματικὼς ἡμῖν ἐπέλαμψεν καὶ πάντας Σοὶ προσφωνεῖν διδάξας 

Χαῖρε δι’ἧς του εχθρού τυραννὶς κατελύθη 

Χαῖρε δι’ἧς τοῦ θανάτου ἰσχὺς κατεπόθη 

Χαῖρε στάμνε χρυσὴ ἡ ἔχουσα τὸ Θεῖον μάναν 

Χαῖρε ξύλον ζωῆς ἀνθίζουσα καρποὺς εὐόσμους 

Χαῖρε οὐρανίας παστάδος ἡ τελεία χαρμονὴ 

Χαῖρε τῆς φρικώδους κακίας ἡ κατάπαυσις Σεμνή. 

Χαῖρε μόνη ἐπὶ σελήνης ἰσταμένη Μαρία 

Χαίρῃ ότι τῆς ἁμαρτίας ἀπελαύνεις μανίαν 

Χαῖρε τῆς αἰωνίου ζωῆς τὸ κεφάλαιον 

Χαῖρε τῆς Ἐκκλησίας Χριστοῦ τὸ προπύργιον 

Χαῖρε δι’ἧς τα ποθεινά πηγάζουσιν 

Χαῖρε δι’ἧς τα λυπηρά κατήργηνται 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν. 

Ὕμνος βροτῶν οὐκ ἀρκέσει ἐξυμνεῖν τὴν Ἁγίαν Σοῦ δόξαν.Ἰσαρίθμους γάρ ταῖς σταγόσιν τοῦ ὄμβρου ᾠδάς ἂν προσφέρωμεν Σοὶ Ἀναστάντα Κύριε οὐδὲν τελοῦμεν ἄξιον ὡς ἐποίησας ἡμῖν τοῖς Σοὶ βοῶσιν Ἀλληλούϊα 

Φωτοφόρον Παρθένον καὶ Ἀγγέλων τὸ ᾆσμα, ὁρῶμεν τὴν Σεμνὴν Θεοτόκον.Ὁ ἀσώματος ἐξ αὐτῆς σωματωθείς, ὁ καὶ δεσμίους τοῦ Ἅδου ἐλευθερώσας , ἀνέτειλε φῶς πᾶσι τοῖς τυφλοῖς ,ἵνα κραυγάσωμεν αὐτὴ τοιαῦτα. 

Χαῖρε ὅτι τοῦ πονηροῦ καταλύεις τὸ θράσος 

Χαῖρε ὅτι τοῦ Βασιλέως σελαγίζεις τὸ φάος. 

Χαῖρε τῶν ἀσθενούντων ἡ βεβαία ἀντίληψις 

Χαῖρε τῶν νοσημάτων παντοίων ἡ ἴασις 

Χαῖρε ἡ τὸν ὡραῖον ἐκβλαστήσασα στάχυν. 

Χαῖρε τῶν δωρεῶν τοῦ Φιλανθρώπου ἡ κρήνη. 

Χαῖρε ὅτι τὰ στέφη τῶν συζύγων συμπλέκεις 

Χαῖρε ὅτι τῶν νέων τάς πορείας φυλάττεις 

Χαῖρε ἡ νεκρώσασα τῶν παθῶν τάς προσβολὰς 

Χαῖρε ἀκυρώσασα τῶν δαιμόνων τάς βουλὰς 

Χαῖρε τῶν οὐρανίων ταγμάτων τὸ νῖκος 

Χαῖρε τῶν πεπτωκότων δαιμόνων ὁ θρῆνος . 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν. 

Χάριν ἄφθονον δοῦναι τοῖς ἀνθρώποις δωρήσασθαι θέλων, ὁ πάντων Ζωοδότης ἀνθρώπων, κατεδέχθη ἐν τάφῳ νεκρὸς κατοικεῖσαι, ἵνα τῆς φθορᾶς ἡμᾶς ἀπαλλάξει τοὺς κράζοντας           Ἀλληλούϊα 

Ψάλλοντές Σου τὸν τόκον , τὸν ὡς ξένον ἐν τάφῳ ξενωθέντα , ἀνυμνοῦμεν τῇ αὐτοῦ Ἀναστάσῃ.Ἐν τῇ σὴ γὰρ οἰκήσας γαστρί, ἡ τῶν απάντων πνοή,ἑξάγνισεν, ἐφώτισεν,ἐδίδαξε ἡμὰς βόαν Σοι ταῦτα 

Χαῖρε αμαράντινε στέφανε δόξης 

Χαῖρε δωδεκάτειχε πόλις Κυρίου 

Χαῖρε ὅτι κατήργησας ἁμαρτίας τὸ κέντρον 

Χαῖρε ἡ καινουργήσασα τῶν ἀνθρώπων τὸ γένος 

Χαῖρε ὅτι κατεπάτησας κεφαλὴν τοῦ πονηροῦ 

Χαῖρε λύπην ἡ κεράσασα τῶν δαιμόνων τῷ ἐσμῷ 

Χαῖρε ὅτι τῶν παθῶν ἀποπλύνεις τὸν ῥύπον 

Χαῖρε ὅτι τοῦ Πνεύματος ὑπάρχεις τὸ ῥεῖθρον 

Χαῖρε ἡ ἀπόδειξις τῆς ἡμῶν σωτηρίας 

Χαῖρε ἡ βεβαίωσις τῆς παλιγγενεσίας 

Χαῖρε ὅτι ῥόδα καὶ κρίνα ἀνθίζεις 

Χαῖρε ὅτι Πάσχα καὶ ἔαρ μυρίζεις 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν. 

Ὢ Πανάσπιλε Μῆτερ, ἡ γεννήσασα τὸν πάντων Ζωῆς χορηγὸν καὶ Δεσπότην 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν. (γ΄) 

δεξαμένη τήν νυν προσφορὰν ἀπό πάντων σώσον λυπηρών ἅπαντας καὶ τῆς μελλούσης ἀξίωσον Ἀναστάσεως τούς σοι βοώντας:      Ἀλληλούϊα 

Ἄγγελος ἑξαστράπτων τῷ μνημείῳ επέμφθη κηρύξαι τὴν Ἀνάστασιν πάντων.Καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ , Ἀναστάντα θεωρῶν Σὲ Κύριε , ἐξίστατο καὶ ἵστατο βοῶν τῇ Θεοτόκῳ ταῦτα. 

Χαῖρε δι’ἧς τεθνηκότες ζωούνται 

Χαῖρε δι’ἧς γαλαξίαι καινούνται. 

Χαῖρε ἡ φωτίζουσα τὰ ταμεῖα τοῦ Ἅδου. 

Χαῖρε ἡ συντρίψασα τοὺς μοχλοὺς τοῦ θανάτου. 

Χαῖρε τοῦ Παραδείσου τῆς πύλης τὸ ῥόπτρον, 

Χαῖρε τοῦ Βασιλέως τὸ πάναγνον ῥόδον. 

Χαῖρε δι’ἧς ὁ Ἀδὰμ τοῦ θανάτου ἀνίσταται 

Χαῖρε δι’ἧς τῆς φθορᾶς οἱ Βροτοὶ ἀπηλλάγημεν 

Χαῖρε τῶν Μαρτύρων τὸ ἔνδοξον κλέος 

Χαῖρε ἡ λαμπρύνουσα τὸ ἡμέτερον γένος 

Χαῖρε δι’ἧς ἡ Ζωὴ ἐκ τοῦ τάφου ἀνέτειλεν 

Χαῖρε δι’ἧς τῶν πιστῶν αἱ καρδία ἀγάλλονται. 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν 

Ὡς Ζωηφόρος Τοῦ Κυρίου ἡμῶν Μήτηρ, 

Τῶν οὐρανῶν ὑψηλοτέρα ἀνεδείχθης, 

Ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνωμεν. 

Ἀλλ’ὡς φέρουσα Ζωῆς Κυρίου νάματα, 

Ἐκ θανάτου ψυχικοῦ ἡμὰς ἀνάστησον, 

Ἵνα κράζωμεν , 

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.
πηγή
proskynitis
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ