2019-12-28 21:14:49
Φωτογραφία για Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Απόστολον του Χριστού Πρωτομάρτυρα και Αρχιδιάκονον Στέφανον
Επισκόπου Αργυρουπόλεως Σεραφείμ

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον
. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα Τροπάριον.

Ἦχος δ΄. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.

Τόν Πρωτομάρτυρα Χριστοῦ δεῦτε πάντες, οἱ συνεχόμενοι δειναῖς ἀσθενείαις, ἀνευφημοῦντες κράξωμεν ἐκ βάθους ψυχῆς, Στέφανε Ἀπόστολε, Ἀρχηγέ Διακόνων, πάσης ἡμᾶς λύτρωσαι, θλίψεως τε καί νόσου, σαῖς πανιέροις καί θερμαῖς λιταῖς, τούς μετά πόθου ἀεί εὐφημοῦντας σε.

Δόξα. Καί νῦν. Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν' (50) Ψαλμός

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ὁ κανῶν, ἔχων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις Σεραφείμ.

Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Φρόνημα τό πρᾶον καί ἱλαρόν, φέρων τοῦ Σωτῆρος, Πρωτομάρτυς ὁ θαυμαστός, εἴληφεν ἀθλήσεως τό στέφος, λίθων βολάς ὑποστάς ἱλαρότητι.

Στέφανε Μακάριε, ὡς τό πρίν, τούς λιθάζοντας σε ,συνεχώρησας Ἀθλητά, οὕτω τῷ σῶ δούλῳ τῶν πταισμάτων, λιταῖς σου θείαις τήν λύσιν μοι δώρησαι.

Ὡς ἐκλήθης, Στέφανε, ἀληθῶς, πρός ἐπικουρίαν, Ἀποστόλων τοῦ Ἰησοῦ, οὕτω τήν θερμήν σου προστασίαν, τῷ ταπεινῶ σου οἰκέτῃ χορήγησον.

Θεοτοκίον.

Σου κενοῦται, Ἄχραντε, τῆ γαστρί Θεός ὁ τούς κόλπους, μή κενώσας τούς Πατρικούς. Τοῦτον οὑν δείσωσι σωτηρίας, καταξιῶσαι τούς πίστει τιμῶντας σε.

Ὠδή γ΄. Σύ εἰ τό στερέωμα.

Παρθένος ὑπῆρξας σύ, καί τοῦ Σωτῆρος πιστός Διάκονος διό κάμε, Στέφανε Παμμάκαρ, παρθενεύειν ἐνίσχυσον.

Πέπτωκα ὁ δείλαιος, εἵς ἁμαρτίας ἐσχάτην χάρυβδιν διό πρός σε, Στέφανε, ῥυσθῆναι, καταφεύγω δεόμενος.

Φώτισον ὦ Στέφανε, τήν ταπεινήν μου ψυχήν σου δέομαι, θείω φωτί, καί παθῶν τόν ζόφον, σαῖς πρεσβείαις ἀπέλασον.

Θεοτοκίον.

Ἔφερες Πανύμνητε, τόν ἀγεώργητον ἄσταχυν, ἐν σῇ γαστρί, τρέφοντα καρδίας, τῶν πιστῶς ἀνυμνούντων σε.

'Ωδή δ΄. Εἰσακήκοα Κύριε.

Ὡς ἐδείχθης ὁ πρόβολος, Μάκαρ τῆς ἀθλήσεως κτείνας Τύραννον, οὕτω Στέφανε πολέμησον, τά δεινά μου πάθῃ ἱκετεύω σε.

Ὡς ἀστήρ λαμπρός, Στέφανε, τῆ Χριστοῦ Γεννήσει σύ συνεξέλαμψας τήν ψυχήν μου οὑν τοῖς πταίσμασι, σκοτισθείσαν, Μάκαρ, φωταγώγησον.

Ὡς Ἑβραίων ἠμαύρωσας, πᾶσαν τήν δυσσέβειαν, Μάκαρ Στέφανε, οὕτω δέομαι τήν ἔφοδον, τῶν αἱρετιζόντων καταπράυνον.

Θοετοκίον.

Ῥῦσαι, Κόρη Πανάσπιλε, ἡ ανερμηνεύτως Θεόν, κυήσασα, ἀπό πάσης περιστάσεως, νόσων καί κινδύνων τόν οἰκέτην σου.

Ώδή ε΄. Φώτισον ἡμᾶς.

Πράξεως, Χριστέ, μιαιοφόνου ἡμᾶς φύλαττε, ἀμετόχους καί ἀξίωσον, τῆς κληρουχίας τοῦ Πρωτάθλου τούς ὑμνοῦντας σε.

Πρέσβευε Χριστῷ, τῷ Σωτῆρι, Μάκαρ Στέφανε, νόσων καί κινδύνων ἡμᾶς τούς δούλους σου, ἀπαλλαγῆναι ὁσημέραι δεομένους σου.

Πρῶταθλε Χριστοῦ, ὡς ἡγίασας τά πέρατα, αἵμασιν ἁγίοις σου οὕτω δέομαι, τούς σε τιμῶντας ταῖς πρεσβείαις σου ἁγίασον.

Θεοτοκίον.

Ἄχραντε Ἀγνῇ, παρθενίας τό κειμήλιον, οὖσα πάντας ταῖς πρεσβείαις σου, τούς σε τιμῶντας παθενεύειν ενδυνάμωσον.

Ὠδή ς΄. Ἄβυσσος ἁμαρτιῶν.

Πρᾶον, Μάκαρ, τόν Κριτήν, καί εὐίλατον γενέσθαι, δυσώπει ἐν τῆ μελλούσῃ Κρίσει, ἱλαρῶ τε τῷ βλέμματι, ἐπιδεῖν καί επ’εμέ, ὅταν θελήσῃ μου ἐρυνήσαι, λόγους καί πράξεις καί ἐννοίας τε.

Φῶς δεχθείς ἐν τῆ ψυχή, καί σοφία κοσμηθείς Οὐρανία, πάντας ἡμᾶς δυσώπει, ἱλαρώτατε Στέφανε, εἰρηνεύειν καί δεινῶν, νόσων ῥυσθῆναι τούς σε τιμῶντας, καί φωτισθῆναι τήν διάνοιαν.

Νέφεσιν ἁμαρτιῶν, καί ὀμίχλη συσχεθείς τῶν πταισμάτων, καί τῶν παθῶν τῷ ζόφῳ, καλυφθείς τήν διάνοιαν, πράξεις ὄντως μοχθηρᾶς ἤδη ἐτέλεσα αλλ’ω Μάκαρ Στέφανε, ῥυσαί με πρεσβείαις σου.

Θεοτοκίον.

Φρίττων ὁ δείλαιος ἐγώ, τήν δευτέραν τοῦ Χριστοῦ παρουσίαν, καί δεδοικώς τήν κρίσιν, τοῦ Κριτοῦ τήν ἀδέκαστον, ἐπί σοι τούς ὀφθαλμούς ἔχων, Παρθένε, σῶσον με σῶσον, κράζω εὔσπλαγχνε.

Διάσῳζε ταῖς ευσπροσδέκτοις πρεσβείαις σου, Πρωτομάρτυς, ἀπό παντοίων κινδύνων καί θλίψεων, τούς γεραίροντας τήν ἀγίαν σου Μνήμην.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί εὐθύς τό Κοντάκιον.

Ἦχος β΄.Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἀπόστολε Χριστοῦ, Ἀρχηγέ Διακόνων, Πρωτομάρτυς σοφέ, τῶν Μαρτύρων τό βάθρον, ὁ Κόσμου τά πέρατα ἁγιάσας σοῖς αἵμασι, καί τοῖς θαύμασι ψυχάς ἀνθρώπων φωτίσας, ῥῦσαι παντοδαπῶν κακώσεων, τούς τιμῶντας σε, Πανεύφημε Στέφανε.

Καί εὐθύς τό Προκείμενον. Ἦχος δ΄.

Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὑτοῦ, καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ῥήματα αὑτοῦ.

Στίχος. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δε χειρῶν αὑτοῦ ἀναγγελεῖ τό στερέωμα.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον.

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην. Ἄνθρωπος τις ἤν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καί φραγμόν αὑτῷ περιέθηκε καί ὤρυξεν ἐν αὑτῷ ληνόν καί ᾠκοδόμησε πύργον, καί ἐξέδοτο αὑτόν γεωργοῖς καί ἀπεδήμησεν. Ὅτε δε ἤγγισεν ὁ καιρός τῶν καρπῶν, ἀπέστειλε τούς δούλους αὑτοῦ πρός τούς γεωργούς λαβεῖν τούς καρπούς αὑτοῦ. Καί λαβόντες οἱ γεωργοί τούς δούλους αὑτοῦ, ὀν μέν ἔδειραν, ὀν δε ἀπέκτειναν, ὀν δε ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλειόντας τῶν πρώτων, καιν ἐποίησαν αὑτοῖς ὡσαύτως. Ὕστερον δε ἀπέστειλε πρός αὑτούς τόν υἱόν αὑτοῦ λέγων. Ἐντραπήσονται τόν υἱόν μου.Οι δε γεωργοῖ ἰδόντες τόν υἱόν, εἶπον ἐν αὑτοῖς. Οὗτος ἔστιν ὁ κληρονόμος δεῦτε ἀπεκτείνωμεν αὑτόν καί κατάσχωμεν τήν κληρονομίαν αυτού.Και λαβόντες αὑτόν, ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καί ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τι ποιήσει τοῖς γεωργοῖς ἐκείνοις. Λέγουσιν αὑτῷ Κακούς κακῶς ἀπολέσῃ αὑτούς, καί τόν ἀμπελῶνα ἐκδώσεται ἀλοῖς γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὑτῷ τούς καρπούς ἐν τοῖς καιροῖς αὑτῶν. Λέγει αὑτοῖς ὁ Ἰησοῦς Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς Λίθον ὀν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλήν γωνίας παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστῇ ἐν ὀφθαλμοῖς ἡμῶν.

Δόξα

Πρωτομάρτυς τοῦ Χριστοῦ, Στέφανε θεῖε, πρέσβευε αὑτῷ ἐλεήσαι, τούς τήν σήν ἔνδοξον Μνήμην γεραίροντας.

Καί νῦν

Θεοτόκε ἡ ἐλπίς τῶν Ὀρθοδόξων, πρέσβευε Χριστῷ, ἀπαλλάξαι ὕων παθῶν, τούς εἰς σε πίστει προστρέχοντας.

Στίχος Ἐλεῆμον, ἐλέησον με Θεός Καί τό παρόν Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Τόν βίον μου ἅπαντα, ῥᾳθύμως ὅλων διάγων, τῷ τέρματι ἔφθασα, αὑτοῦ ὅλως ἄκαρπος, ὁ κατάκριτος, τν κακῶν πράξεων, ἐπιφέρων μόνον, νῦν φορτία τά δυσβάστακτα, ἀ Ὑπεράγαθε, τῷ θείω ἐλέει σου καταμέρισον, βραβεύων μοι κατάνυξιν, καί ἐπιστροφήν τήν σωτηρίον,θείαις τοῦ Πρωτάθλου, λιταῖς ταῖς εὐπροσδέκτοις ὁ Θεός, ὀν εἰς πρεσβείαν προβάλλομαι, σύν τῆ Κυησάσῃ σε.

Σῶσον ὁ Θεός τόν λαόν σου

Ὠδή ζ΄. Παῖδες Ἑβραίων.

Οἴκτειρον, Πρώταθλε, σόν δοῦλον, ὁ Θεός τόν Χριστόν ἀνακηρύξας καί τῷ θείω φωτί λαμπρύνας τήν ψυχήν μου, τῆς σκοτοδίνης ῥυσαί με, τῶν παθῶν σαῖς ἱκεσίαις.

Ῥῦσαι, ὦ Στέφανε Παμμάκαρ, συνεχόμενον με πάσαις κακουχίαις, καί δειναῖς συμφοραῖς, καί πάθεσι κινδύνων, ταῖς πρός Θεόν τόν εὔσπλαγχνον, εὐπροσδέκτοις σου πρεσβείαις.

Παῦσον, ὦ Πρώταθλε τάς νόσους, τυραννούσας δεινῶς τόν σόν οἰκέτην, καί μετάβαλε νῦν, δεινότητα τήν τούτων, εἰς εὐφροσύνην ἄληκτον, ταῖς θερμαῖς σου ἱκεσίαις.

Θεοτοκίον.

Ἔπαινον γλώσσης ἐξ ανάγκου, τῆ Πανάγνῳ σοι προσφέρω, Θεοτόκε, ἐναγῶν λογισμῶν ῥυσθῆναι δυσωπῶν σε μολυσμοῦ τοῦ σώματος, ὦ ἀμόλυντε Κυρία.

Ὠδή η΄. Τόν Βασιλέα.

Ἐκδαπανῶν ἐν φρικτῇ ἀμελείᾳ τόν ἐμόν, ὦ Στέφανε, βίον, τῆ σῇ καταφεύγω, ἐνθέρμῳ προστασία.

Τούς ὀφθαλμούς μου ὀμβροτόκους νεφέλας,δείξον Στέφανε, πρεσβείαις σου θείαις, ὅπως ὑετίζω, ψυχήν μου τήν αὐχμώδη.

Ἡμαρτηκώς ὑπέρ πάντας ἀνθρώπους, σοι προσέρχομαι, ὦ Στεγανέ, σῶσον, ταῖς σεπταῖς λιταῖς σου, ἶνα σε μακαρίζω.

Θεοτοκίον.

Ιλέων Κόρη, ὀν ἐν ἀγκάλαις βαστάζεις, σύ ἀπέργασαι ἐμοί τῷ ἀθλίῳ, καί τοῦτον δυσώπει, ῥυσθῆναι με πταισμάτων.

Ὠδή θ΄. Κυρίως Θεοτόκον.

Στέφανε τρισμάκαρ, Οὐρανοπολῖτα, ὑπέρ ἡμῶν τῶν σῶν δούλων ἱκέτευε, ὅπως ῥυσθῶμεν κινδύνων καί περιστάσεων.

Σύ τῷ Οὐρανίῳ, θρόνῳ τοῦ Σωτῆρος, ὡς παριστάμενος, Στέφανε Πρῶταθλε, τούς σε ὑμνοῦντας, λιταῖς σου ἀεί περίσῳζε.

Προσάγων τῷ Κυρίῳ, ὕμνον ἐκδυσώπει, ὑπέρ οἰκέτου τοῦ σου, Μάκαρ Στέφανε ὅπως τῆς δόξης τῆς θείας, μέτοχος γένωμαι.

Θεοτοκίον.

Μαρία Θεοτόκε, σε ὑμνολογοῦμεν, ὅτι παντοίων κινδύνων λυτροῦσαι ἡμᾶς, ταῖς μητρικαῖς πρός τόν Τόκον, τόν σόν πρεσβείαις σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,

Πρέσβευε, ὦ Πρῶταθλε, τῷ Χριστῷ, ὑπέρ τῶν τιμώντων τήν ἀγίαν σου ἑορτήν ὅπως τῶν κινδύνων ἀπαλλαγῆς τυχόντες, ἅπαντες σε ἐν πόθῳ ἀεί γεραίρομεν.

Στέφανε Ἀπόστολε τοῦ Χριστοῦ, Πρῶτος Διακόνων ἀναδειχθῇς, καί Ἀθλητῶν, ἡ δόξα καί βάθρον, καί δικαίων ἀκρότης διό τούς σε τιμῶντας σῷζε πρεσβείαις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,

καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί

τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.

Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

καί τό Τροπάριον. Ἦχος δ΄.

Βασίλειον διάδημα ἐστέφθη σή κορυφή. Ἐξ ἄθλων, ὤν ὑπέμεινας ὑπέρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων Πρωτόαθλε. Σύ γάρ τήν Ἰουδαίων ἀπελέγξας μανίαν, εἶδες σου τόν Σωτῆρα, τοῦ Πατρός δεξιόθεν. Αὑτόν οθν ἐκδυσώπει ἀεί ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τό ἐξῇς

Ἦχος β’. Ὅτε ἐκ τοῦ Ξύλου.

Ῥῦσαι τοῦ ἀσβέστου με πυρός, σκότους ἐξωτέρου καί ἄλλων, δεινλων καί θλίψεων, πάσης ἀσθενείας τε, πάσης κακώσεως, ἱκετεύω σε Στέφανε, καί τάξον μερίδι, τόν αὐτοκατάκριτον τοῖς παραπτώμασι, Μάκαρ, τῶν Ἁγίων λιταῖς σου, ἔνθα Ἀσωμάτων αἱ Τάξεις, ἔνθα ἡ χαρά ἔστιν αἰώνιος.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.

Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.

’Ἀμήν.
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ