2020-04-07 19:40:41
Φωτογραφία για Υμνολογήματα για την πανδημία
Μεγαλυνάρια

Δεῦτε μεταλάβωμεν εὐλαβῶς Σώματος ἀχράντου καὶ τοῦ Αἵματος τοῦ σεπτοῦ του Υἱοῦ Ὑψίστου, τοῦ μόνου ἀντιδότου ἰοῦ τοῦ τῆς κορώνης ὄντως ὑπάρχοντος.

Πανδημίας λύτρωσαι τοῦ ἰοῦ τῆς κορώνης πάντας Σὲ δοξάζοντας ἀκλινῶς ὡς Υἱὸν Ὑψίστου Θεοῦ, Χριστὲ Παντάναξ, ὁ μόνος ἀσθενείας παύειν δυνάμενος.

Μνήσθητι τῶν δούλων Σου, Ἰησοῦ, τῶν δεινῶς πασχόντων ἐκ τῆς μάστιγος τοῦ ἰοῦ τῆς κορώνης, Σῶτερ, Υἱὲ Θεοῦ, οὗ πέλει ἀντιδοτὸν Σὸν Αἷμα καὶ Σῶμα, Κύριε.

Ἔλεος κατάπεμψον ἐφ’ ἡμᾶς, τοὺς ἡμαρτηκότας καὶ τὸ κάλλος τῆς Σῆς μορφῆς ἀτενίσαι, Σῶτερ, μὴ δυναμένους, οἶμοι, vυv ἐξ ἰοῦ κορώνης οἱ χειμαζόμενοι.

Σῶτερ ὡραιότατε, Ἰησοῦ, σκέδασον τὸν φόβον τοῦ θανάτου ἐκ τοῦ ἰοῦ τῆς κορώνης ἄρτι ἐνσκήψαντος, ὁ μόνος ἰώμενος λοιμώδη πάντων νοσήματα.

Δυσθυμίαν δούλων Σου, Ἰησοῦ, δίωξον ταχέως ἐκ τῆς μάστιγος τοῦ ἰοῦ τῆς κορώνης, Σῶτερ, δεινῶς ἐπερχόμενην, Υἱὲ Θεοῦ Ὑψίστου ἄγαν εὐίλατε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Ποίημα Δρ Χαραλάμπους Μπούσια

Πηγή: inagiounikolaoutouneou
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ