2020-04-19 23:53:06
Εἰς τὸ ἅγιον Πάσχα καὶ εἰς τὴν βραδύτητα
1. Ἀναστάσεως ἡμέρα, καὶ ἡ ἀρχὴ δεξιά, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα·
εἴπωμεν, ἀδελφοὶ, καὶ τοῖς μισοῦσιν ἡμᾶς, μὴ ὅτι τοῖς δι᾿ ἀγάπην τι πεποιηκόσιν, ἢ πεπονθόσι· συγχωρήσωμεν πάντα τῇ ἀναστάσει· δῶμεν συγγνώμην ἀλλήλοις, ἐγώ τε ὁ τυραννηθεὶς τὴν καλὴν τυραννίδα, τοῦτο γὰρ νῦν προστίθημι, καὶ ὑμεῖς οἱ καλῶς τυραννήσαντες, εἴ τί μοι μέμφοισθε τῆς βραδύτητος, ὡς τάχα γε κρείττων αὕτη καὶ τιμιωτέρα Θεῷ τῆς ἑτέρων ταχύτητος· ἀγαθὸν γὰρ καὶ ὑποχωρῆσαι Θεῷ τι μικρὸν, ὡς Μωϋσῆς ἐκεῖνος τὸ παλαιὸν, καὶ Ἱερεμίας ὕστερον, καὶ προσδραμεῖν ἑτοίμως καλοῦντι, ὡς Ἀαρών τε καὶ Ἡσαΐας, μόνον εὐσεβῶς ἀμφότερα, τὸ μὲν διὰ τὴν οἰκείαν ἀσθένειαν, τὸ δὲ διὰ τὴν τοῦ καλοῦντος δύναμιν.
2. Μυστήριον ἔχρισέ με, μυστηρίῳ μικρὸν ὑπεχώρησα, ὅσον ἐμαυτὸν ἐπισκέψασθαι· μυστηρίῳ καὶ συνεισέρχομαι, καλὴν ἐπαγόμενος τῆς ἐμῆς δειλίας καὶ ἀσθενείας ἐπίκουρον τὴν ἡμέραν, ἵν᾿ ὁ σήμερον ἐκ νεκρῶν ἀναστὰς κἀμὲ καινοποιήσῃ τῷ πνεύματι, καὶ τὸν καινὸν ἐνδύσας ἄνθρωπον, δῷ τῇ καινῇ κτίσει, τοῖς κατὰ Θεὸν γεννωμένοις, πλάστην ἀγαθὸν καὶ διδάσκαλον Χριστῷ καὶ συννεκρούμενον προθύμως καὶ συνανιστάμενον.
3. Χθὲς ὁ ἀμνὸς ἐσφάζετο, καὶ ἐχρίοντο αἱ φλιαὶ, καὶ ἐθρήνησεν Αἴγυπτος τὰ πρωτότοκα, καὶ ἡμᾶς παρῆλθεν ὁ ὀλοθρεύων, καὶ ἡ σφραγὶς φοβερὰ καὶ αἰδέσιμος, καὶ τῷ τιμίῳ αἵματι ἐτειχίσθημεν· σήμερον καθαρῶς ἐφύγομεν Αἴγυπτον, καὶ Φαραὼ τὸν πικρὸν δεσπότην, καὶ τοὺς βαρεῖς ἐπιστάτας, καὶ τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἠλευθερώθημεν· καὶ οὐδεὶς ὁ κωλύσων ἡμᾶς ἑορτάζειν Κυρίῳ τῷ Θεῷ ἡμῶν ἑορτὴν τὴν ἐξόδιον, καὶ ἑορτάζειν, οὐκ ἐν ζύμῃ παλαιᾷ κακίας καὶ πονηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, μηδὲν ἐπιφερομένους Αἰγυπτιακοῦ καὶ ἀθέου φυράματος.
4. Χθὲς συνεσταυρούμην Χριστῷ, σήμερον συνδοξάζομαι· χθὲς συνενεκρούμην, συζωοποιοῦμαι σήμερον· χθὲς συνεθαπτόμην, σήμερον συνεγείρομαι. Ἀλλὰ καρποφορήσωμεν τῷ ὑπὲρ ἡμῶν παθόντι καὶ ἀναστάντι. Χρυσόν με ἴσως οἴεσθε λέγειν, ἢ ἄργυρον, ἢ ὑφάσματα, ἢ λίθους τῶν διαφανῶν καὶ τιμίων, γῆς ῥέουσαν ὕλην, καὶ κάτω μένουσαν, ἧς ἀεὶ τὸ πλεῖον ἔχουσιν οἱ κακοὶ καὶ δοῦλοι τῶν κάτω καὶ τοῦ κοσμοκράτορος. Καρποφορήσωμεν ἡμᾶς αὐτοὺς, τὸ τιμιώτατον Θεῷ κτῆμα καὶ οἰκειότατον· ἀποδῶμεν τῇ εἰκόνι τὸ κατ᾿ εἰκόνα, γνωρίσωμεν ἡμῶν τὸ ἀξίωμα, τιμήσωμεν τὸ ἀρχέτυπον, γνῶμεν τοῦ μυστηρίου τὴν δύναμιν, καὶ ὑπὲρ τίνος Χριστὸς ἀπέθανε.
5. Γενώμεθα ὡς Χριστὸς, ἐπεὶ καὶ Χριστὸς ὡς ἡμεῖς· γενώμεθα θεοὶ δι᾿ αὐτὸν, ἐπειδὴ κἀκεῖνος δι᾿ ἡμᾶς ἄνθρωπος. Προσέλαβε τὸ χεῖρον, ἵνα δῷ τὸ βέλτιον· ἐπτώχευσεν, ἵν᾿ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· δούλου μορφὴν ἔλαβεν, ἵνα τὴν ἐλευθερίαν ἡμεῖς ἀπολάβωμεν· κατῆλθεν, ἵν᾿ ὑψωθῶμεν· ἐπειράσθη, ἵνα νικήσωμεν· ἠτιμάσθη, ἵνα δοξάσῃ· ἀπέθανεν, ἵνα σώσῃ· ἀνῆλθεν, ἵν᾿ ἑλκύσῃ πρὸς ἑαυτὸν κάτω κειμένους ἐν τῷ τῆς ἁμαρτίας πτώματι. Πάντα διδότω τις, πάντα καρποφορείτω τῷ δόντι ἑαυτὸν λυτρὸν ὑπὲρ ἡμῶν καὶ ἀντάλλαγμα· δώσει δὲ οὐδὲν τοιοῦτον οἷον ἑαυτὸν τοῦ μυστηρίου συνιέντα, καὶ δι᾿ ἐκεῖνον πάντα ὅσα ἐκεῖνος δι᾿ ἡμᾶς γενόμενον.
6. Καρποφορεῖ μὲν ὑμῖν, ὡς ὁρᾶτε, ποιμένα· τοῦτο γὰρ ἐλπίζει καὶ εὔχεται, καὶ παρ᾿ ὑμῶν αἰτεῖ τῶν ὑπὸ χεῖρα ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· καὶ διπλοῦν ἀνθ᾿ ἁπλοῦ δίδωσιν ὑμῖν ἑαυτόν· καὶ ποιεῖται τὴν βακτηρίαν τοῦ γήρως βακτηρίαν τοῦ πνεύματος· καὶ προστίθησι τῷ ἀψύχῳ ναῷ τὸν ἔμψυχον, τῷ περικαλλεῖ, τῷ δὲ καὶ οὐρανίῳ, τὸν ὁποιονοῦν καὶ ἡλίκον, ἀλλ᾿ οὖν τὸν ἑαυτῷ τιμιώτατον, καὶ αὐτὸν ἱδρῶσι πολλοῖς συντελεσθέντα, καὶ πόνοις, εἴη δὲ εἰπεῖν, ὅτι καὶ τῶν πόνων ἄξιον· καὶ πάντα προστίθησιν ὑμῖν τὰ ἑαυτοῦ. Ὢ τῆς μεγαλοψυχίας, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, τῆς φιλοτεκνίας· τὴν πολιὰν, τὴν νεότητα, τὸν ναὸν, τὸν ἀρχιερέα, τὸν κληροδότην, τὸν κληρονόμον, τοὺς λόγους, οὓς ἐποθεῖτε· καὶ τούτων οὐ τοὺς εἰκῆ, καὶ εἰς ἀέρα ῥέοντας, καὶ μέχρι τῆς ἀκοῆς ἱσταμένους, ἀλλ᾿ οὓς γράφει τὸ πνεῦμα, καὶ πλαξὶν ἐντυποῖ λιθίναις, εἴτουν σαρκίναις, οὐκ ἐξ ἐπιπολῆς χαρασσομένους, οὐδὲ ῥᾳδίως ἀπαλειφομένους, ἀλλ᾿ εἰς βάθος ἐνσημαινομένους, οὐ μέλανι, ἀλλὰ χάριτι.
7. Ταῦτα μὲν οὖν ὑμῖν ὁ σεμνὸς Ἀβραὰμ οὗτος, ὁ πατριάρχης, ἡ τιμία κεφαλὴ καὶ αἰδέσιμος, τὸ πάντων τῶν καλῶν καταγώγιον, ὁ τῆς ἀρετῆς κανὼν, ἡ τῆς ἱερωσύνης τελείωσις, ὁ τὴν ἑκούσιον θυσίαν προσάγων τῷ Κυρίῳ σήμερον, τὸν μονογενῆ, τὸν ἐκ τῆς ἐπαγγελίας. Ὑμεῖς δὲ καρποφορεῖτε καὶ Θεῷ καὶ ἡμῖν τὸ καλῶς ποιμαίνεσθαι, εἰς τόπον χλόης κατασκηνούμενοι, καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρεφόμενοι, γινώσκοντες καλῶς τὸν ποιμένα, καὶ γινωσκόμενοι, καὶ ἑπόμενοι καλοῦντι ποιμενικῶς καὶ ἐλευθερίως διὰ τῆς θύρας· ἀλλοτρίῳ δὲ μὴ ἀκολουθοῦντες ὑπερβαίνοντι διὰ τῆς αὐλῆς, λῃστρικῶς τε καὶ ἐπιβούλως, μηδὲ ξένης φωνῆς ἀκούοντες, ὑποκλεπτούσης καὶ διασπειρούσης ἀπὸ τῆς ἀληθείας εἰς ὄρη, καὶ ἐρημίας, καὶ βάραθρα, καὶ τόπους, οὓς οὐκ ἐπισκοπεῖ Κύριος, καὶ ἀπὸ μὲν τῆς ὑγιοῦς πίστεως ἀπαγούσης, τῆς εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τὴν μίαν θεότητά τε καὶ δύναμιν, ἧς ἤκουσεν ἀεὶ φωνῆς, καὶ ἀκούοι τὰ ἐμὰ πρόβατα, λόγοις δὲ κιβδήλοις καὶ κατεφθαρμένοις συλαγωγούσης καὶ διασπώσης ἀπὸ τοῦ ἀληθινοῦ καὶ πρώτου ποιμένος· ὧν εἴη πάντας ἡμᾶς, καὶ ποιμένας καὶ ποίμνιον, ὡς νοσερᾶς πόας καὶ θανασίμου πόῤῥω, καὶ νεμομένους καὶ νέμοντας, ἑν εἶναι πάντας ἐν Χριστῷ Ἰησοῦ νῦν τε καὶ εἰς τὴν ἐκεῖθεν ἀνάπαυσιν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
thriskeftika

ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ