2020-05-20 19:23:19
Φωτογραφία για Ἐλέησόν με, Κύριε,ὅτι ἀσθενής εἰμι τῇ ψυχῇ»
Ἐλέησόν με, Κύριε,ὅτι ἀσθενής εἰμι τῇ ψυχῇ»,ἀσθενής εἰμι τῷ λογισμῷ,

ἀσθενής τῇ γνώμη,ἀσθενής τῇ προαιρέσει.

Ἐξέλιπε γὰρ μου ἡ ἰσχύς,ἐξέλιπέ μου ὁ χρόνος,

ἐξέλιπον ἐν ματαιότητι ἡμέραι μου πᾶσαι καὶ τὸ τέλος ἐφέστηκεν.

Ἀλλ' ἄνοιξον, ἄνοιξον, ἄνοιξόν μοι, Κύριε, ἀναξίως κρούοντι καὶ μὴ ἀποκλείσῃς μοι τὴν θύραν τῆς εὐσπλαγχνίας Σου.

Ἐάν γὰρ Σὺ κλείσης, τίς μοι ἀνοίξει;

Ἐάν Σὺ μὴ με ἐλεήσης, τίς μοι βοηθήσει;

Οὐδείς ἄλλος, οὐδείς, εἰ μὴ Σὺ ὁ φύσει ἐλεήμων καὶ εὔσπλαγχνος.

«Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενὴς εἰμι»·

Ἐξενεύρισε γάρ με ὁ ἐχθρὸς καὶ ἀσθενῆ καὶ συντετριμμένον ἐποίησεν,

ὁ ἀσθενής δὲ καὶ συντετριμμένος οὐ δύναται ἀναστῆσαι ἑαυτόν,

οὐ δύναται ἰάσασθαι ἑαυτόν,ὁ συντετριμμένος οὐ δύναται βοηθήσαι ἑαυτῷ,

λοιπόν ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι «Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα»·


Σωματικὸς καὶ ψυχικός με κατέλαβε τάραχος, Δέσποτα,

ὅτι σαρκικοῖς περιέπεσα πάθεσιν,

ὅτι καὶ τὴν σάρκα καὶ τὴν ψυχήν τοῖς δαίμοσιν ἐποίησα παίγνιον.

Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου τὰ συνδεσμοῦντα τὸν ἔσω ἄνθρωπον.

Ποῖα ταῦτα;

Ἡ πίστις, ἡ φρόνησις, ἡ ἐλπίς, ἡ δικαιοσύνη, ἡ ἐγκράτεια, ἡ εὐσέβεια, ἡ πραότης, ἡ ταπεινοφροσύνη καὶ ἡ ἐλεημοσύνη.

Ταύτα τὰ ὀστᾶ συνετρίβησαν, Δέσποτα,«ἀλλ' ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μουκαὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα»

 Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ
proskynitis
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
Έντονες διαφωνίες...
ΠΡΟΗΓΟΥΜΕΝΟ ΑΡΘΡΟ
Έντονες διαφωνίες...
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ