2020-10-17 21:33:36
Φωτογραφία για Μεγάλυνον ψυχή µου, τὰς πηγὰς θαυµάτων, πηγάζοντας τῷ κόσµῳ, ἐνδόξους Ἀναργύρους
Η Θ Ώδή από την Ακολουθία προς τιμήν της Συνάξεως των Αγίων Αναργύρων...wwwfyllades.

ᾨδὴ θ΄. Εἰς τὸν Κανόνα τῆς Θεότοκου, προτάσσονται εἰς ἕκαστο τροπάριον, τὰ ἑξῆς Μεγαλυνάρια:

 Μεγάλυνον ψυχή µου, τὴν τιµιωτέραν καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευµάτων. Μεγάλυνον ψυχή µου, τὴν ἁγνὴν Παρθένον καὶ µόνην Θεοτόκον. 

Μεγάλυνον ψυχή µου, τὴν λυτρωσαµένην ἡµᾶς ἐκ τῆς κατάρας. 

Μεγάλυνον ψυχή µου, τὴν ἀδιαφθόρως τεκοῦσαν τὸν Σωτῆρα. 

Μεγάλυνον ψυχή µου, τὴν ἁγιωτέραν ἁπάντων τῶν κτισµάτων. 

Μεγάλυνον ψυχή µου, τὴν µεγαλυνθεῖσαν, καὶ µεγαλωσύνην τῷ κόσµῳ παρασχοῦσαν.

 Ὁ α’ τῶν Ἁγίων. 

Μεγάλυνον ψυχή µου, τὰς πηγὰς θαυµάτων, πηγάζοντας τῷ κόσµῳ, ἐνδόξους Ἀναργύρους.

 Γράψατε ἐν βίβλῳ τῆς ζωῆς, Ἀνάργυροι, τοὺς εὐλαβῶς γράψαντας, κλήσεις τὰς λαμπρὰς ὑμῶν, καὶ ἐκτελούντων αἰσίως, ἐν τῷ ναῷ τούτῳ ὑμῶν σήμερον, ὡς πρὸς Χριστόν, παῤῥησίαν ἔχοντες πάντοτε.


 Μεγάλυνον ψυχή µου, τοὺς τῶν παθηµάτων, σωτήρας ἀεννάους. 

Ὑμνήτωσαν ὕμνοις, πιστῶν τὰ συστήματα, ἐγκωμίων στέμμασι, πάντων τὰς κορυφάς, Ἀναργύρων τῶν θείων κοσμοῦντες σοφῶς, τῶν θεραπόντων Χριστοῦ τοῦ Θεοῦ, δι’ ὧν ἐκ παθῶν τε καὶ κινδύνων λυτρωθείημεν.

 Μεγάλυνον ψυχή µου, τοὺς κοινοὺς προστάτας, ἁπάντων τῶν νοσούντων. 

Ῥώννυται νῦν πᾶσα, πιστῶν ἡ ὀμήγυρις, καὶ ἄθλους γεραίρουσα, πάτων τῶν ἐνδόξων Ἀναργύρων, τοὺς μυρίους πόνους, δι’ ὧν τῆς ἀπόνου ἠξιώθησαν, τρυφῆς καὶ ζωῆς, καὶ ἀϊδίου ἀπολαύσεως. 

Μεγάλυνον ψυχή µου, τοὺς µεγαλυνθέντας, ὑπὸ Χριστοῦ Κυρίου, πανσόφους ἰατῆρας. Ὡς πάλαι σωτῆρες, δειχθέντες Ἀνάργυροι, τοῖς δεινοῖς πάθεσι, ζώοις λογικοῖς τε καὶ ἀλόγοις, ἰάσεις ποιοῦντες, δι’ ὧν ἰατῆρες ὄντως ἄμισθοι, ὡς τότε καὶ νῦν, ἀναφανέντες μακαρίζεσθε.

 Μεγάλυνον ψυχή µου, τοὺς τῶν νοσηµάτων, τὴν λύσιν πᾶσι δόντας.

Ναὸν τὸν τῇ κλήσει, ὑμῶν σεμνυνομένον, σὺν τοῖς πιστῶς σύναξιν, ταύτην τὴν εὐκλεῆ συγκροτοῦσι, θεῖοι Ἀνάργυροι, ἐν οἷς ἀοράτως συμπαρίστασθε, συμφώνως ὁμοῦ, διατηρήσατε ἀπήμαντα.

 Θεοτοκίον.

 Μεγάλυνον ψυχή µου, σὺν τοῖς Ἀναργύροις, τὴν ἄχραντον Μητέρα.

Τῷ τόκῳ Σου πᾶσα, κτίσις Κόρη σέσωσται, καὶ ἀφεῖλε Κύριος θρῆνος καὶ ὀδυρμόν, καὶ πᾶν δάκρυον, ἐκ παντὸς προσώπου ἁγνή, Θεοτόκε παναμώμητε ἐν Σοί, καὶ ἡμεῖς τὰς ὀφειλὰς ἀποπληρούμεθα. 

 Ὁ β΄ Κανών. Ἅπας γηγενής.

 Ἄνθρωποι, οἱ πάθεσι νοσηµάτων παντοίων πιεζόµενοι, προσδράµωµεν πεποιθότες, τῇ τῶν Ἀναργύρων ταχείᾳ ἀντιλήψει.

 Ἅπαντες πιστῶς τὴν μνήμην τελέσωμεν τῶν πολιούχων ἡμῶν, καὶ πανηγυρίσωμεν, λαμπρῶς βοῶντες αὐτοῖς φρούρήσατε, ποίμνην ὐμῶν μακάριοι θεῖοι ὑπέρμαχοι, ἀπὸ πάσης βλάβης τε καὶ θλίψεως, καὶ ἐκ νόσων παντοίων λυτρούμενοι. 

Σήµερον, παρίστανται ἀοράτως τούτῳ τῷ τεµένοι, οἱ θεῖοι Ἀνάργυροι, χάριν οὐρανόθεν, πᾶσι τοῖς αἰτοῦσιν ἀφθόνως παρέχοντες.

 Ἴδε φωταυγής, λαμπρὰ καὶ πανεύσημος τῶν Ἀναργύρων νυνί, ἡ μνήμη ἀνέτειλε, καὶ καταυγάζει πιστῶν συστήματα, τῶν προσιόντων πίστει τε θερμῇ καὶ πόθῳ πολλῷ, εἰς τὸν θεῖον ναὸν καὶ σεπτότατον, τὸν τῇ κλήσει αὐτῶν κλεϊζόμενον. 

Σήµερον, τὸ ἄδυτον φῶς ἀστράπτει, τῆς ὑπερουσίου Τριάδος, τῇ τῶν Ἀναργύρων ἐνδόξῳ µνήµῃ, χάριτας ἐκπέµπων, τοὶς τούτους εὐφηµοῦσι. 

Δέξαι ὦ πληθύς, σοφῶν Ἀναργύρων νῦν τὸ παρὸν ψέλλισμα, οὖσα θεοτίμητος, λίαν ἐν πᾶσιν ὥσπερ ἐδέξατο, χήρας λεπτὰ τὰ δύω τε Χριστὸς ὁ Κύριος, καὶ πταισμάτων, ἄφεσίν μοι αἴτησαι, καὶ διπλῆς ἀσθενείας με λύτρωσαι. 

 Θεοτοκίον.

Πάναγνε, παντάνασσα Κόρη, πρέσβευε συνήθης καὶ δός µοι λύσιν τῶν πταισµάτων, καὶ ῥῶσιν τῶν πολλῶν µου, παθῶν καὶ νοσηµάτων.

 Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν καὶ ἐκβοήσωμεν, χαῖρε κόσμου Δέσποινα, χαῖρε Μαρία Κυρία πάντων ἡμῶν, χαῖρε ἡ μόνη ἄμωμος ἐν γυναιξὶ καὶ καλή, χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον, ἐπὶ Σὲ κενωθὲν εἰσδεξάμενον.
proskynitis
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ