2021-06-06 12:59:21
Φωτογραφία για ΣΟΦΙΑ ΣΕΙΡΑΧ
Πρόλογος

ΠΟΛΛΩΝ καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων τῶν κατ᾿ αὐτοὺς ἠκολουθηκότων δεδομένων, ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν ᾿Ισραὴλ παιδείας καὶ σοφίας, καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι, ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι καὶ λέγοντας καὶ γράφοντας, ὁ πάππος μου ᾿Ιησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς εἴς τε τὴν τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος, προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων, ὅπως οἱ φιλομαθεῖς, καὶ τούτων ἔνοχοι γενόμενοι, πολλῷ μᾶλλον ἐπιπροσθῶσι διὰ τῆς ἐννόμου βιώσεως. παρακέκλησθε οὖν μετ᾿ εὐνοίας καὶ προσοχῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι καὶ συγγνώμην ἔχειν ἐφ᾿ οἷς ἂν δοκῶμεν τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶ τῶν λέξεων ἀδυναμεῖν· οὐ γὰρ ἰσοδυναμεῖ αὐτὰ ἐν ἑαυτοῖς ἑβραϊστὶ λεγόμενα καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν
. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προφητεῖαι καὶ τὰ λοιπὰ τῶν βιβλίων οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα. ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας, εὑρὼν οὐ μικρᾶς παιδείας ἀφόμοιον, ἀναγκαιότατον ἐθέμην αὐτὸς προσενέγκασθαί τινα σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον, πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος ἐν τῷ διαστήματι τοῦ χρόνου πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν, προκατασκευαζομένους τὰ ἤθη ἐννόμως βιοτεύειν.

Κεφάλαιο 1

ΠΑΣΑ σοφία παρὰ Κυρίου καὶ μετ᾿ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα. 2 ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει; 3 ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει; 4 προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος [5 πηγὴ σοφίας λόγος Θεοῦ ἐν ὑψίστοις, καὶ αἱ πορεῖαι αὐτῆς ἐντολαὶ αἰώνιοι]. 6 ρίζα σοφίας τίνι ἀπεκαλύφθη; καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω; [7 ἐπιστήμη σοφίας τίνι ἐφανερώθη; καὶ τὴν πολυπειρίαν αὐτῆς τίς συνῆκε;] 8 εἷς ἐστι σοφὸς φοβερὸς σφόδρα καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ. 9 Κύριος αὐτὸς ἔκτισεν αὐτὴν καὶ εἶδε καὶ ἐξηρίθμησεν αὐτὴν καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, 10 μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν. 11 φόβος Κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος. 12 φόβος Κυρίου τέρψει καρδίαν καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν. 13 τῷ φοβουμένῳ τὸν Κύριον εὖ ἔσται ἐπ᾿ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν. 14 ἀρχὴ σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς. 15 μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσε καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται. 16 πλησμονὴ σοφίας φοβεῖσθαι τὸν Κύριον καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς· 17 πάντα τὸν οἶκον αὐτῆς ἐμπλήσει ἐπιθυμημάτων καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γεννημάτων αὐτῆς. 18 στέφανος σοφίας φόβος Κυρίου ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως. 19 καὶ εἶδε καὶ ἐξηρίθμησεν αὐτήν, ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησε καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσε. 20 ρίζα σοφίας φοβεῖσθε τὸν Κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις. [21 φόβος Κυρίου ἀπωθεῖται ἁμαρτήματα, παραμένων δὲ ἀποστρέψει ὀργήν]. 22 οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι, ἡ γὰρ ροπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ. 23 ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη· 24 ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πιστῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ. 25 ἐν θησαυροῖς σοφίας παραβολὴ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια. 26 ἐπεθύμησας σοφίαν διατήρησον ἐντολάς, καὶ Κύριος χορηγήσει σοι αὐτήν. 27 σοφία γὰρ καὶ παιδεία φόβος Κυρίου, καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης. 28 μὴ ἀπειθήσῃς φόβῳ Κυρίου καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ. 29 μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων καὶ ἐν τοῖς χείλεσί σου πρόσεχε. 30 μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν, καὶ ἀποκαλύψει Κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε, ὅτι οὐ προσῆλθες φόβῳ Κυρίου, καὶ ἡ καρδία σου πλήρης δόλου.

Κεφάλαιο 2

ΤΕΚΝΟΝ, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· 2 εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· 3 κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σου. 4 πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· 5 ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. 6 πίστευσον αὐτῷ, καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν. 7 οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. 8 οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. 9 οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. 10 ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; 11 διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως. 12 οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶ παρειμέναις καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους. 13 οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει· διὰ τοῦτο οὐ σκεπασθήσεται. 14 οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσι τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ Κύριος; 15 οἱ φοβούμενοι Κύριον οὐκ ἀπειθήσουσι ρημάτων αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσι τὰς ὁδοὺς αὐτοῦ. 16 οἱ φοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου. 17 οἱ φοβούμενοι Κύριον ἑτοιμάσουσι καρδίας αὐτῶν καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσι τὰς ψυχὰς αὐτῶν. 18 ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.

Κεφάλαιο 3

ΕΜΟΥ τοῦ πατρὸς ἀκούσατε, τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε· 2 ὁ γὰρ Κύριος ἐδόξασε πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ᾿ υἱοῖς. 3 ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας, 4 καὶ ὡς ὁ ἀποθησαυρίζων, ὁ δοξάζων μητέρα αὐτοῦ. 5 ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων, καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται. 6 ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων Κυρίου ἀναπαύσει μητέρα αὐτοῦ· 7 καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν. 8 ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ᾿ αὐτοῦ· 9 εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. 10 μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστί σοι δόξα πατρὸς ἀτιμία· 11 ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ. 12 τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου, καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ· 13 κἂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύϊ σου. 14 ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται, καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι. 15 ἐν ἡμέρᾳ θλίψεώς σου ἀναμνησθήσεταί σου· ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι. 16 ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα, καὶ κεκατηραμένος ὑπὸ Κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ. 17 τέκνον, ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ. 18 ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτόν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν· 20 ὅτι μεγάλη ἡ δυναστεία τοῦ Κυρίου καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται. 21 χαλεπώτερά σου μὴ ζήτει καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· 22 ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, οὐ γάρ ἐστί σοι χρεία τῶν κρυπτῶν. 23 ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου· πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι· 24 πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόληψις αὐτῶν, καὶ ὑπόνοια πονηρὰ ὠλίσθησε διανοίας αὐτῶν. [25 κόρας μὴ ἔχων ἀπορήσεις φωτός, γνώσεως δὲ ἄμοιρος ὢν μὴ ἐπαγγέλλου]. 26 καρδία σκληρὰ κακωθήσεται ἐπ᾿ ἐσχάτων, καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἐμπεσεῖται. 27 καρδία σκληρὰ βαρυνθήσεται πόνοις, καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίαν ἐφ᾿ ἁμαρτίαις. 28 ἐπαγωγὴ ὑπερηφάνου οὐκ ἔστιν ἴασις, φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ. 29 καρδία συνετοῦ διανοηθήσεται παραβολήν, καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ. 30 πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας. 31 ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα, καὶ ἐν καιρῷ πτώσεως εὑρήσει στήριγμα.

Κεφάλαιο 4

ΤΕΚΝΟΝ, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς. 2 ψυχὴν πεινῶσαν μὴ λυπήσῃς καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ. 3 καρδίαν παρωργισμένην μὴ προσταράξῃς καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου. 4 ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ. 5 ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμὸν καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε· 6 καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν. 7 προσφιλῇ συναγωγῇ σεαυτὸν ποίει καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου. 8 κλῖνον πτωχῷ τὸ οὖς σου καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραΰτητι. 9 ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε. 10 γίνου ὀρφανοῖς ὡς πατὴρ καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν· καὶ ἔσῃ ὡς υἱὸς ῾Υψίστου, καὶ ἀγαπήσει σε μᾶλλον ἢ μήτηρ σου.

11 ῾Η σοφία υἱοὺς αὐτῆς ἀνύψωσε καὶ ἐπιλαμβάνεται τῶν ζητούντων αὐτήν. 12 ὁ ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωήν, καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται εὐφροσύνης. 13 ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν, καὶ οὗ εἰσπορεύεται, εὐλογήσει Κύριος. 14 οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ, καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ Κύριος. 15 ὁ ὑπακούων αὐτῆς κρινεῖ ἔθνη, καὶ ὁ προσέχων αὐτῇ κατασκηνώσει πεποιθώς. 16 ἐὰν ἐμπιστεύσῃ, κατακληρονομήσει αὐτήν, καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτοῦ· 17 ὅτι διεστραμμένως πορεύεται μετ᾿ αὐτοῦ ἐν πρώτοις, φόβον δὲ καὶ δειλίαν ἐπάξει ἐπ᾿ αὐτὸν καὶ βασανίσει αὐτὸν ἐν παιδείᾳ αὐτῆς, ἕως οὗ ἐμπιστεύσῃ τῇ ψυχῇ αὐτοῦ, καὶ πειράσῃ αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς. 18 καὶ πάλιν ἐπανήξει κατ᾿ εὐθεῖαν πρὸς αὐτὸν καὶ εὐφρανεῖ αὐτὸν καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς. 19 ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτὸν καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ.

20 Συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς· 21 ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. 22 μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου. 23 μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας· 24 ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία καὶ παιδεία ἐν ρήματι γλώσσης. 25 μὴ ἀντίλεγε τῇ ἀληθείᾳ καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπηθι. 26 μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ᾿ ἁμαρτίαις σου καὶ μὴ βιάζου ροῦν ποταμοῦ. 27 καὶ μὴ ὑποστρώσῃς σεαυτὸν ἀνθρώπῳ μωρῷ καὶ μὴ λάβῃς πρόσωπον δυνάστου. 28 ἕως τοῦ θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ. 29 μὴ γίνου ταχὺς ἐν γλώσσῃ σου καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου. 30 μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου. 31 μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.

Κεφάλαιο 5

ΜΗ ἔπεχε ἐπὶ τοῖς χρήμασί σου καὶ μὴ εἴπῃς· αὐτάρκη μοί ἐστι. 2 μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύϊ σου τοῦ πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου, 3 καὶ μὴ εἴπῃς· τίς με δυναστεύσει; ὁ γὰρ Κύριος ἐκδικῶν ἐκδικήσει σε. 4 μὴ εἴπῃς, ἥμαρτον, καὶ τί μοι ἐγένετο; ὁ γὰρ Κύριός ἐστι μακρόθυμος. 5 περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου, προσθεῖναι ἁμαρτίαν ἐφ᾿ ἁμαρτίαις· 6 καὶ μὴ εἴπῃς· ὁ οἰκτιρμὸς αὐτοῦ πολύς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ᾿ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ. 7 μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας· ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ. 8 μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις· οὐδὲν γὰρ ὠφελήσει σε ἐν ἡμέρᾳ ἐπαγωγῆς. 9 μὴ λίκμα ἐν παντὶ ἀνέμῳ καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος. 10 ἴσθι ἐστηριγμένος ἐν συνέσει σου, καὶ εἷς ἔστω σου ὁ λόγος. 11 γίνου ταχὺς ἐν ἀκροάσει σου καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν. 12 εἰ ἔστι σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ στόματί σου. 13 δόξα καὶ ἀτιμία ἐν λαλιᾷ, καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ. 14 μὴ κληθῇς ψίθυρος, καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε· ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη, καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου. 15 ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει.

Κεφάλαιο 6

ΚΑΙ ἀντὶ φίλου μὴ γίνου ἐχθρός· ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος. 2 μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου· 3 τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν. 4 ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν.

5 Λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ, καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα. 6 οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί, οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων. 7 εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτόν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ· 8 ἔστι γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου. 9 καὶ ἔστι φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει. 10 καὶ ἔστι φίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου. 11 καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σύ, καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται· 12 ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται. 13 ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε. 14 φίλος πιστὸς σκέπη κραταιά, ὁ δὲ εὑρὼν αὐτὸν εὗρε θησαυρόν. 15 φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ. 16 φίλος πιστὸς φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι Κύριον εὑρήσουσιν αὐτόν. 17 ὁ φοβούμενος Κύριον εὐθύνει φιλίαν αὐτοῦ, ὅτι κατ᾿ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ. 18 Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν, καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν. 19 ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς· ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι γεννημάτων αὐτῆς. 20 ὡς τραχεῖά ἐστι σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος· 21 ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ᾿ αὐτῷ, καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν. 22 σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστι, καὶ οὐ πολλοῖς ἐστι φανερά. 23 ἄκουσον, τέκνον, καὶ δέξαι γνώμην μου, καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου. 24 καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου. 25 ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτήν, καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς. 26 ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς. 27 ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν· 28 ἐπ᾿ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην. 29 καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης. 30 κόσμος γὰρ χρύσεός ἐστιν ἐπ᾿ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον· 31 στολὴν δόξης ἐνδύσῃ αὐτήν, καὶ στέφανον ἀγαλλιάσεως περιθήσεις σεαυτῷ. 32 ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν δῷς τὴν ψυχήν σου, πανοῦργος ἔσῃ. 33 ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ. 34 ἐν πλήθει πρεσβυτέρων στῆθι, καὶ τίς σοφός, αὐτῷ προσκολλήθητι. 35 πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι, καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε. 36 ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου. 37 διανοοῦ ἐν τοῖς προστάγμασι Κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός· αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιθυμία τῆς σοφίας σου δοθήσεταί σοι.

Κεφάλαιο 7

ΜΗ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακόν· 2 ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ. 3 υἱέ, μὴ σπεῖρε ἐπ᾿ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰς ἑπταπλασίως. 4 μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. 5 μὴ δικαιοῦ ἔναντι Κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοφίζου. 6 μὴ ζήτει γενέσθαι κριτής, μὴ οὐκ ἐξισχύσεις ἐξᾶραι ἀδικίας· μή ποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου. 7 μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ. 8 μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν, ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ. 9 μὴ εἴπῃς· τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με Θεῷ ῾Υψίστῳ προσδέξεται. 10 μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς. 11 μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, ἔστι γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν. 12 μὴ ἀροτρία ψεῦδος ἐπ᾿ ἀδελφῷ σου, μηδὲ φίλῳ τὸ ὅμοιον ποίει. 13 μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος, ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν. 14 μὴ ἀδελέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου. 15 μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ῾Υψίστου ἐκτισμένην. 16 μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν. μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ. 17 ταπείνωσον σφόδρα τὴν ψυχήν σου, ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ.

18 Μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου, μηδ᾿ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφείρ. 19 μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς, ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον. 20 μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ, μηδὲ μίσθιον διδόντα ψυχὴν αὐτοῦ. 21 οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή, μὴ στερήσῃς αὐτὸν ἐλευθερίας. 22 κτήνη σοί ἐστιν, ἐπισκέπτου αὐτὰ καὶ εἰ ἔστι σοι χρήσιμα, ἐμμενέτω σοι. 23 τέκνα σοί ἐστι, παίδευσον αὐτά, καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν. 24 θυγατέρες σοί εἰσι, πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου. 25 ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν. 26 γυνή σοί ἐστι κατὰ ψυχήν, μὴ ἐκβάλῃς αὐτήν· καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν.

27 ᾿Εν ὅλῃ καρδίᾳ δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ· 28 μνήσθητι ὅτι δι᾿ αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοί σοι; 29 ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε. 30 ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. 31 φοβοῦ τὸν Κύριον καὶ δόξασον ἱερέα καὶ δῷς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων.

32 Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου. 33 χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν. 34 μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον. 35 μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον, ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ. 36 ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.

Κεφάλαιο 8

ΜΗ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ. 2 μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· πολλοὺς γὰρ ἀπώλεσε τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινε. 3 μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα. 4 μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου. 5 μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις. 6 μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ, καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσι. 7 μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ, μνήσθητι ὅτι πάντες τελευτῶμεν. 8 μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου· ὅτι παρ᾿ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσι. 9 μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ᾿ αὐτῶν μαθήσει σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν. 10 μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ. 11 μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου. 12 μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου. 13 μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου· καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτίσων φρόντιζε. 14 μὴ δικάζου μετὰ κριτοῦ, κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ. 15 μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατὰ σοῦ· αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ. 16 μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ᾿ αὐτοῦ τὴν ἔρημον· ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστι βοήθεια, καταβαλεῖ σε. 17 μετὰ μωροῦ μὴ συμβουλεύου, οὐ γὰρ δυνήσεται λόγον στέξαι. 18 ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν, οὐ γὰρ γινώσκεις τί τέξεται. 19 παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν, καὶ μὴ ἀναφερέτω σοι χάριν.

Κεφάλαιο 9

ΜΗ ζήλου γυναῖκα τοῦ κόλπου σου, μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν. 2 μὴ δῷς γυναικὶ τὴν ψυχήν σου ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου. 3 μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ, μήποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς. 4 μετὰ ψαλλούσῃς μὴ ἐνδελέχιζε, μήποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς. 5 παρθένον μὴ καταμάνθανε, μήποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς. 6 μὴ δῷς πόρναις τὴν ψυχήν σου, ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου. 7 μὴ περιβλέπου ἐν ρύμαις πόλεως καὶ ἐν ταῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ. 8 ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου, καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον· ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται. 9 μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον καὶ μὴ συμβολοκοπήσῃς μετ᾿ αὐτῆς ἐν οἴνῳ, μήποτε ἐκκλίνη ἡ ψυχή σου ἐπ᾿ αὐτὴν καὶ τῷ πνεύματί σου ὀλισθήσῃς εἰς ἀπώλειαν. 10 μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον, ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔπισος αὐτῷ· οἶνος νέος φίλος νέος· ἐὰν παλαιωθῇ, μετ᾿ εὐφροσύνης πίεσαι αὐτόν. 11 μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ, οὐ γὰρ οἶδας τί ἔσται ἡ καταστροφὴ αὐτοῦ. 12 μὴ εὐδοκήσῃς ἐν εὐδοκίᾳ ἀσεβῶν· μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσι. 13 μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου, ὃς ἔχει ἐξουσίαν τοῦ φονεύειν, καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου· κἂν προσέλθῃς, μὴ πλημμελήσῃς, ἵνα μὴ ἀφέληται τὴν ζωήν σου· ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατεῖς. 14 κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον καὶ μετὰ σοφῶν συμβουλεύου. 15 καὶ μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ ῾Υψίστου. 16 ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν φόβῳ Κυρίου ἔστω τὸ καύχημά σου. 17 ἐν χειρὶ τεχνιτῶν ἔργον ἐπαινεθήσεται, καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ. 18 φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης, καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται.

Κεφάλαιο 10

ΚΡΙΤΗΣ σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται. 2 κατὰ τὸν κριτὴν τοῦ λαοῦ αὐτοῦ οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ, καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτήν. 3 βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ, καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν. 4 ἐν χειρὶ Κυρίου ἐξουσία τῆς γῆς, καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπ᾿ αὐτῆς. 5 ἐν χειρὶ Κυρίου εὐοδία ἀνδρός, καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ.

6 ᾿Επὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως. 7 μισητὴ ἔναντι Κυρίου καὶ ἀνθρώπων ὑπερηφανία, καὶ ἐξ ἀμφοτέρων πλημμελήσει ἄδικα. 8 βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα. 9 τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ. 10 μακρὸν ἀρρώστημα σκώπτει ἰατρός· καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει. 11 ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας. 12 ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφισταμένου ἀπὸ Κυρίου, καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ. 13 ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία, καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα· διὰ τοῦτο παρεδόξασε Κύριος τὰς ἐπαγωγὰς καὶ κατέστρεψεν εἰς τέλος αὐτούς. 14 θρόνους ἀρχόντων καθεῖλεν ὁ Κύριος καὶ ἐκάθισε πρᾳεῖς ἀντ᾿ αὐτῶν. 15 ρίζας ἐθνῶν ἐξέτιλεν ὁ Κύριος καὶ ἐφύτευσε ταπεινοὺς ἀντ᾿ αὐτῶν. 16 χώρας ἐθνῶν κατέστρεψεν ὁ Κύριος καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς. 17 ἐξήρανεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτοὺς καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν. 18 οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία, οὐδὲ ὀργὴ θυμοῦ γεννήμασι γυναικῶν.

19 Σπέρμα ἔντιμον ποῖον; σπέρμα ἀνθρώπου. σπέρμα ἔντιμον ποῖον; οἱ φοβούμενοι τὸν Κύριον. σπέρμα ἄτιμον ποῖον; σπέρμα ἀνθρώπου. σπέρμα ἄτιμον ποῖον; οἱ παραβαίνοντες ἐντολάς. 20 ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος, καὶ οἱ φοβούμενοι Κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ. 22 πλούσιος καὶ ἔνδοξος καὶ πτωχός, τὸ καύχημα αὐτῶν φόβος Κυρίου. 23 οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν, καὶ οὐ καθήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν. 24 μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται, καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν Κύριον. 25 οἰκέτῃ σοφῷ ἐλεύθεροι λειτουργήσουσι, καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει.

26 Μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου. 27 κρείσσων ἐργαζόμενος καὶ περισσεύων ἐν πᾶσιν ἢ περιπατῶν δοξαζόμενος καὶ ἀπορῶν ἄρτων. 28 τέκνον, ἐν πραΰτητι δόξασον τὴν ψυχήν σου καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς. 29 τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει; καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ; 30 πτωχὸς δοξάζεται δι᾿ ἐπιστήμην αὐτοῦ, καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ. 31 ὁ δεδοξασμένος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς; καὶ ὁ ἄδοξος ἐν πλούτῳ, καὶ ἐν πτωχείᾳ ποσαχῶς;

Κεφάλαιο 11

ΣΟΦΙΑ ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν. 2 μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ. 3 μικρὰ ἐν πετεινοῖς μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. 4 ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου· ὅτι θαυμαστὰ τὰ ἔργα Κυρίου, καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἐν ἀνθρώποις. 5 πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα. 6 πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα, καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων. 7 πρὶν ἐξετάσῃς, μὴ μέμψῃ· νόησον πρῶτον καὶ τότε ἐπιτίμα. 8 πρὶν ἢ ἀκοῦσαι, μὴ ἀποκρίνου καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου. 9 περὶ πράγματος, οὗ οὐκ ἔστι σοι χρεία, μὴ ἔριζε καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε.

10 Τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου· ἐὰν πληθυνῇς, οὐκ ἀθωωθήσῃ· καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς, καὶ οὐ μὴ ἐκφύγῃς διαδράς. 11 ἔστι κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τόσῳ μᾶλλον ὑστερεῖται. 12 ἔστι νωθρὸς καὶ προσδεόμενος ἀντιλήψεως, ὑστερῶν ἰσχύϊ καὶ πτωχείᾳ περισσεύει· καὶ οἱ ὀφθαλμοὶ Κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά, καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ. 13 καὶ ἀνύψωσε κεφαλὴν αὐτοῦ καὶ ἀπεθαύμασαν ἐπ᾿ αὐτῷ πολλοί. 14 ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος, πτωχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστί. 17 δόσις Κυρίου παραμένει εὐσεβέσι, καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωθήσεται. 18 ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ, καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ. 19 ἐν τῷ εἰπεῖν αὐτόν· εὗρον ἀνάπαυσιν καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου, καὶ οὐκ οἶδε τίς καιρὸς παρελεύσεται καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται. 20 στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι. 21 μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ, πίστευε τῷ Κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου· ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα. 22 εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς, καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ. 23 μὴ εἴπῃς· τίς ἐστί μου χρεία, καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά; 24 μὴ εἴπῃς· αὐτάρκη μοί ἐστι, καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι; 25 ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν· 26 ὅτι κοῦφον ἔναντι Κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ. 27 κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς, καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ. 28 πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ.

29 Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου, πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου. 30 πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ, οὕτως καρδία ὑπερηφάνου, καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν· 31 τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον. 32 ἀπὸ σπινθῆρος πυρὸς πληθύνεται ἀνθρακιά, καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει. 33 πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταίνει, μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι. 34 ἐνοίκισον ἀλλότριον καὶ διαστρέψει σε ἐν ταραχαῖς, καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου.

Κεφάλαιο 12

ΕΑΝ εὖ ποιῇς, γνῶθι τίνι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου. 2 εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα καὶ εἰ μὴ παρ᾿ αὐτοῦ, ἀλλὰ παρὰ ῾Υψίστου. 3 οὐκ ἔστιν ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ. 4 δὸς τῷ εὐσεβεῖ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ. 5 εὖ ποίησον τῷ ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ· ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ, ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς, οἷς ἂν ποιήσῃς αὐτῷ. 6 ὅτι καὶ ὁ ῞Υψιστος ἐμίσησεν ἁμαρτωλοὺς καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν. 7 δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβου τοῦ ἁμαρτωλοῦ.

8 Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός. 9 ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται. 10 μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ. 11 καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς, ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ᾿ αὐτοῦ καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον, καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσε. 12 μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ, μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου· μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μήποτε ζητήσῃ τὴν καθέδραν σου καὶ ἐπ᾿ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου καὶ ἐπὶ τῶν ρημάτων μου κατανυγήσῃ. 13 τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις; 14 οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. 15 ὥραν μετὰ σοῦ διαμενεῖ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ. 16 καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρὸς καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον· ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός, καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀφ᾿ αἵματος. 17 κακὰ ἂν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν ἐκεῖ πρότερόν σου, καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου· 18 κινήσει τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.

Κεφάλαιο 13

Ο ΑΠΤΟΜΕΝΟΣ πίσσης μολυνθήσεται, καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ. 2 βάρος ὑπὲρ σὲ μὴ ἄρῃς, καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει. τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὕτη προσκρούσει, καὶ αὕτη συντριβήσεται. 3 πλούσιος ἠδίκησε, καὶ αὐτὸς προσενεβριμήσατο· πτωχὸς ἠδίκηται, καὶ αὐτὸς προσδεηθήσεται. 4 ἐὰν χρησιμεύσῃς, ἐργᾶται ἐν σοί· καὶ ἐὰν ὑστερήσῃς, καταλείψει σε. 5 ἐὰν ἔχῃς, συμβιώσεταί σοι καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει. 6 χρείαν ἔσχηκέ σου, καὶ ἀποπλανήσει σε καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα· λαλήσει σοι καλὰ καὶ ἐρεῖ· τίς ἡ χρεία σου; 7 καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ, ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς, καὶ ἐπ᾿ ἐσχάτων καταμωκήσεταί σου· μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί. 8 πρόσεχε μὴ ἀποπλανηθῇς καὶ μὴ ταπεινωθῇς ἐν ἀφροσύνῃ σου.

9 Προσκαλεσαμένου σε δυνάστου, ὑποχωρῶν γίνου, καὶ τόσῳ μᾶλλον προσκαλέσεταί σε. 10 μὴ ἔμπιπτε, ἵνα μὴ ἀπωσθῇς, καὶ μὴ μακρὰν ἀφίστω, ἵνα μὴ ἐπιλησθῇς. 11 μὴ ἔπεχε ἰσηγορεῖσθαι μετ᾿ αὐτοῦ καὶ μὴ πίστευε τοῖς πλείοσι λόγοις αὐτοῦ· ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε καὶ ὡς προσγελῶν ἐξετάσει σε. 12 ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν. 13 συντήρησον καὶ πρόσεχε σφοδρῶς, ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς. [14 ἀκούων αὐτὰ ἐν ὕπνῳ σου γρηγόρησον· πάσῃ ζωῇ σου ἀγάπα τὸν Κύριον, καὶ ἐπικαλοῦ αὐτὸν εἰς σωτηρίαν σου]. 15 Πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ· 16 πᾶσα σὰρξ κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ. 17 τί κοινωνήσει λύκος ἀμνῷ; οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ. 18 τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα; καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα; 19 κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ, οὕτως νομαὶ πλουσίων πτωχοί. 20 βδέλυγμα ὑπερηφάνῳ ταπεινότης, οὕτως βδέλυγμα πλουσίῳ πτωχός. 21 πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων, ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλων. 22 πλουσίου σφαλέντος πολλοὶ ἀντιλήπτορες, ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν. ταπεινὸς ἔσφαλε καὶ προσεπετίμησαν αὐτῷ, ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. 23 πλούσιος ἐλάλησε καὶ πάντες ἐσίγησαν, καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν. πτωχὸς ἐλάλησε καὶ εἶπαν· τίς οὗτος; κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν. 24 ἀγαθὸς ὁ πλοῦτος, ᾧ μή ἐστιν ἁμαρτία, καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς.

25 Καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά. 26 ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν, καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπου.

Κεφάλαιο 14

ΜΑΚΑΡΙΟΣ ἀνήρ, ὣς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας. 2 μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ, καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ.

3 ᾿Ανδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος, καὶ ἀνθρώπῳ βασκάνῳ ἱνατί χρήματα; 4 ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι. 5 ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται; καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ. 6 τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστι πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ· 7 κἂν εὖ ποιῇ, ἐν λήθῃ ποιεῖ, καὶ ἐπ᾿ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ. 8 πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ, ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς. 9 πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι, καὶ ἀδικία πονηρὰ ἀναξηραίνει ψυχήν. 10 ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ᾿ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ.

11 Τέκνον, καθὼς ἐὰν ἔχῃς, εὖ ποίει σεαυτὸν καὶ προσφορὰς Κυρίῳ ἀξίως πρόσαγε. 12 μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι· 13 πρίν σε τελευτῆσαι, εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δῷς αὐτῷ. 14 μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας, καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω. 15 οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου καὶ τοὺς κόπους σου εἰς paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ