2021-07-23 20:35:13
Φωτογραφία για 24 Ιουλίου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Ρωμ. η΄ 14-21 

14 Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. 15 οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾿ ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· ἀββᾶ ὁ πατήρ. 16 αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ. 17 εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν. 18 Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. 19 ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. 20 τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾿ ἐλπίδι 21 ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Μτθ. θ΄ 9-13

9 Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι
. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11 καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; 12 ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἰ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. 13 πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν. οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ 

Η ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΧΡΙΣΤΙΝΑ 

Στὶς 24 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τῆς μεγαλομάρτυρος Χριστίνης, ἡ ὁποία καταγόταν ἀπό τήν Τύρο τῆς Συρίας καί ἔζησε τόν 3ο αἰώνα μ.Χ.. Οἱ γονεῖς της ἦταν πλούσιοι, ἀλλά πολύ φτωχοί στήν ψυχή, «ἐπειδή ἦσαν δαιμόνων θεραπευταί καί ὁμότροποι». Γρήγορα ἡ Χριστίνα κατηχήθηκε ἀπό μιά εὐσεβή γυναίκα καί προσῆλθε στή χριστιανική πίστη. Ὅταν ὁ πατέρας τῆς ἁγίας πληροφορήθηκε τό γεγονός, προσπάθησε νά πείσει τήν κόρη του νά ἀπαρνηθεῖ τό Χριστό, ἀλλά μάταια. Χρησιμοποίησε πολλά πρόσωπα καί πολλούς τρόπους, χωρίς τό ἀναμενόμενο ἀποτέλεσμα. Δέν δίστασε νά τήν παραδώσει καί στή φυλακή, ὅπου ὑπέστη πολλά βασανιστήρια. Μετά τόν αἰφνίδιο θάνατο τοῦ πατέρα της, ἡ Χριστίνα παρέμεινε στή φυλακή, ὅπου καί συνεχίστηκαν τά βασανιστήρια. Ἐκεῖ παρέδωσε καί τό πνεῦμα της. 

Πρωτ. Δ.Δ.Τ. 

Ἀπολυτίκιον 

Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.

Τοῦ πατρός σου τήν πλάνην λιποῦσα ἔνδοξε, τῆς εὐσεβείας ἐδέξω τήν θείαν ἔλλαμψιν, καί νενύμφευσαι Χριστῷ ὡς καλλιπάρθενος· ὅθεν ἠγώνισαι στερρῶς, καί καθεῖλες τόν ἐχθρόν, Χριστῖνα Μεγαλομάρτυς. Καί νῦν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν. 

Μεγαλυνάριον

Θάλλει διαπρέπουσα τῆς σαρκός, τῆς ψυχῆς τό κάλλος, καθιέρωσας τῷ Χριστῷ· σύ γάρ ὦ Χριστίνα, τήν πλάνην ἐβδελύξω, καί ὑπέρ φύσιν ἄθλων ἤγειρας τρόπαια. 

Πηγή: orthodoxostypos
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ