2021-08-09 20:40:20
Φωτογραφία για 10 Αὐγούστου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. ι΄ 5-12

5 Ἀλλ᾿ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. 6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. 7 μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὡς γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. 8 μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. 9 μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. 10 μηδὲ γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11 ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. 12 Ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ις΄ 6-12

6 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων
. 7 οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ἄρτους οὐκ ἐλάβομεν. 8 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε; 9 οὔπω νοεῖτε οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτου εἶπον ὑμῖν προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; 12 τότε συνῆκαν ὅτι οὐκ εἶπε προσέχειν ἀπὸ τῆς ζύμης τοῦ ἄρτου, ἀλλ᾿ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΞΥΣΤΟΣ, ΛΑΥΡΕΝΤΙΟΣ ΚΑΙ ΙΠΠΟΛΥΤΟΣ

Στίς 10 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Λαυρεντίου, Ξύστου καί Ἱππολύτου. Οἱ ἅγιοι αὐτοί μάρτυρες ἔζησαν στούς χρόνους τοῦ δυσσεβοῦς βασιλέα Δεκίου. Ὁ Ξύστος καταγόταν ἀπό τήν Ἀθήνα, ὅπου σπούδαζε φιλοσοφία, ἀργότερα πῆγε στήν Ρώμη καί χειροτονήθηκε ἐπίσκοπος μετά τό μαρτύριο τοῦ ἁγίου Στεφάνου, πάπα Ρώμης. Λόγω τοῦ διωγμοῦ πού ξέσπασε ἐκείνη τήν ἐποχή στήν Ρώμη ὁ Ξύστος πρόσταξε τόν ἀρχιδιάκονο Λαυρέντιο νά κρύψη τά ἱερά σκεύη τῆς Ἐκκλησίας. Ὁ ἅγιος Λαυρέντιος τότε τά μοίρασε στούς φτωχούς. Ἔτσι, ὅταν ὁ Δέκιος γύρισε ἀπό τήν Περσία διέταξε νά ἀποκεφαλίσουν τόν πάπα Ξύστο, τόν δέ Λαυρέντιο νά τοῦ παραδώση τά ἱερά σκεύη καί τούς θησαυρούς τῆς Ἐκκλησίας. Τότε ὁ Ἅγιος Λαυρέντιος μάζεψε τούς πτωχούς καί τούς ὁδήγησε στόν βασιλέα. Ὁ Δέκιος θυμωμένος διέταξε, ἀφοῦ τόν δείρουν ἀνελέητα νά τόν φυλακίσουν. Βρισκόμενος ὁ ἅγιος στήν φυλακή θεράπευσε πολλούς ἀρρώστους, κατόπιν ἐπειδή δέν πείσθηκε νά θυσιάση στά εἴδωλα τόν ξάπλωσαν σέ μία πυρακτωμένη σχάρα, ὅπου καί παρέδωσε τήν ψυχή του στόν Κύριο. Τό ἅγιο λείψανό του τό ἐνταφίασε μέ τιμές ὁ ἅγιος Ἱππόλυτος. Ὅταν τό ἔμαθε ὁ Δέκιος πρόσταξε νά τόν βασανίσουν καί ἔτσι ὁ Ἱππόλυτος παρέδωσε καί αὐτός τό πνεῦμα του στόν Κύριο καί ἀξιώθηκαν καί οἱ τρεῖς τῆς οὐρανίου Βασιλείας.

Ἀπολυτίκιον

(Ἦχος γ΄. Τὴν ὡραιότητα.)

Τῷ θείῳ Πνεύματι, καταυγαζόμενος, ὡς ἄνθραξ ἔφλεξας, πλάνης τὴν ἄκανθαν, Ἀρχιδιάκονε Χριστοῦ, Λαυρέντιε Ἀθλοφόρε, ὅθεν ὡς θυμίαμα, λογικὸν ὁλοκαύτωσαι, τῷ σὲ μεγαλύναντι, τῷ πυρὶ τελειούμενος, διό τούς σὲ τιμώντας θεόφρον, σκέπε ἐκ πάσης ἐπήρειας.΅

Πηγή: orthodoxostypos
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ