2021-08-17 09:29:15
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Κορ. ιβ΄ 12-26
12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι καὶ μέλη ἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός, πολλὰ ὄντα, ἕν ἐστι σῶμα, οὕτω καὶ ὁ Χριστός· 13 καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν. 14 καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά. 15 ἐὰν εἴπῃ ὁ πούς, ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, -οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 16 καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, -οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18 νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν. 19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; 20 νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. 21 οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί· χρείαν ὑμῶν οὐκ ἔχω· 22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστι, 23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει
. 24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀλλ᾿ ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν, 25 ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη· 26 καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ιη΄ 18-22, ιθ΄ 1-2, 13-15
18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτη ἡμέρᾳ ἀναστήσεται. 20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ᾿ αὐτοῦ. 21 ὁ δὲ εἶπεν αὐτῇ· τί θέλεις; λέγει αὐτῷ· εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. 22 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; λέγουσιν αὐτῷ· δυνάμεθα.
ιθ΄ 1 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθσφαγῆ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς 2 λέγων αὐτοῖς· πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾿ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.
13 καὶ λέγει αὐτοῖς· γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. 14 Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς. 15 ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, ὡσαννὰ τῷ υἱῷ Δαυΐδ, ἠγανάκτησαν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΜΥΡΩΝ
Στὶς 17 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἁγίου μάρτυρος Μύρωνος. Ἔζησε στήν Ἀχαΐα κατά τούς χρόνους τοῦ Δεκίου, ἦταν πρεσβύτερος κατά τό ἀξίωμα, ἀγαθός στήν ψυχή, ἔντιμος κατά τό γένος καί πλούσιος, τόν ἀγαπούσαν δέ ὁ Θεός καί οἱ ἄνθρωποι. Ὅταν ὁ ἄρχοντας τῆς Ἀχαΐας πῆγε τά Χριστούγεννα στήν ἐκκλησία γιά νά συλλάβει πολλούς χριστιανούς, ὁ ἅγιος Μύρων τόν ἔλεγξε, γι’αύτό τόν κρέμασαν καί τόν ἔβαλαν σέ ἀναμμένο καμίνι, στό ὁποῖο ὅμως φυλάχθηκε ἀβλαβῆς. Μετά τοῦ ἔγδαραν τό δέρμα καί τόν παρέδωσαν στά θηρία, τά ὁποία ὅμως δέν τόν πείραξαν. Βλέποντας ὁ ἄρχοντας αύτά τά θαύματα αὐτοκτόνησε, τόν δέ ἅγιο ἀφοῦ τόν πῆγαν στήν Κύζικο, τόν ἀποκεφάλισαν.
Ἀπολυτίκιον
(Ἦχος δ’. Ταχύ προκατάλαβε.)
Ὡς θεῖον ἀλάβαστρον, τῶν ἱερῶν ἀρετῶν, πιστῶς Ἱεράτευσας, τὴ Ἐκκλησία Χριστοῦ, καὶ χαίρων ἐνήθλησας, ὅθεν τὴ εὐωδία, τῶν ἐν σοῖ χαρισμάτων, Μύρων Ἱερομάρτυς, τῶν παθῶν τὸ δυσῶδες, ἀπέλασαν ἀνενδότως, ἐκ τῶν ψυχῶν ἠμῶν.
Μεγαλυνάριον
Χαίροις ἱερέων ὑπογραμμός, καί τῶν ἀθλοφόρων, ὁ ὁμόπνους καί κοινωνός· χαίροις Ἀχαΐας, ὁ καρποφόρος φοίνιξ καί τῆς Κυζίκου δόξα Μύρων μακάριε.
Πηγή: orthodoxostypos
paraklisi

ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΕΠΟΜΕΝΟ ΑΡΘΡΟ
Τα «Δάκρυα της Παναγίας»
ΣΧΟΛΙΑΣΤΕ