2021-08-20 21:24:28
Φωτογραφία για 21 Αὐγούστου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ιδ΄ 6-9

6 Ὁ φρονῶν τὴν ἡμέραν Κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν Κυρίῳ οὐ φρονεῖ. καὶ ὁ ἐσθίων Κυρίῳ ἐσθίει· εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. 7 οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει· 8 ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ ἀποθνήσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. 9 εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ιε΄ 32-39

32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33 καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπον· ἑπτά, καὶ ὀλίγα ἰχθύδια
. 35 καὶ ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν. 36 καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλήρεις· 38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. 39 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΘΑΔΔΑΙΟΣ

Στίς 21 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ἀποστόλου Θαδδαίου. Καταγόταν ἀπό τήν Ἔδεσσα τῆς Μεσοποταμίας, ἦταν Ἑβραῖος καί βαθύς γνώστης τῶν θείων Γραφῶν. Κάποτε πῆγε στά Ἱεροσόλυμα γιά νά προσκυνήσει, ἄκουσε τό κήρυγμα τοῦ ἁγίου Ἰωάννου τοῦ Προδρόμου καί τόσο ἐντυπωσιάστηκε ἀπό αὐτό, ἀλλά καί ἀπό τήν ἀγγελική ζωή τοῦ Προφήτη, πού βαπτίσθηκε ἀπό αὐτόν. Μετά γνώρισε τόν Κύριο, εἶδε τά ἄπειρα θαύματα πού ἐπιτελοῦσε, ἄκουσε τή διδασκαλία του καί τόν ἀκολούθησε ἔως τό σωτήριο Πάθος Του. Μετά την Ἀνάληψη τοῦ Χριστοῦ πῆγε πάλι στήν Ἔδεσσα, ὅπου βάπτισε τόν τοπάρχη Αὔγαρο καί τοῦ καθάρισε ἕνα μικρό σημάδι λέπρας, πού εἶχε ἀπομείνει ἀπό τήν θαυματουργική θεραπεία μέ τό ἅγιο Μανδήλιο. Δίδαξε καί φώτισε πολλούς ἀνθρώπους, ἔχτισε ἱερούς ναούς καί τέλος ἐκοιμήθη στή Βηρυτό τῆς Φοινίκης.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχύ προκατάλαβε.)

Θεοῦ τοῦ ἐν σώματι, ἐπιφανέντος ἠμίν, αὐτόπτης γενόμενος, καὶ ἱερὸς μαθητής, Θαδδαῖε Ἀπόστολε, ἔλαμψας τοὶς ἐν σκότει, τὴν σωτήριον χάριν ὤφθης τῶν ἐν Ἐδέσσῃ, ἰατὴρ λαμπαδοῦχος, διὸ τοὺς προσιόντας σοί, σκέπε ἑκάστοτε.

Μεγαλυνάριον

Αἴγλῃ τοῦ Σωτῆρος καταυγασθείς, τούτῳ προσπελάσας, ὦ Θαδδαῖε ὡς μαθητής, ἔνθεν ἐν Ἐδέσσῃ, ὡς ἥλιος ἐπέστης, φωτίζων καί στηρίζων τούς προσιόντας σοι.

Πηγή: orthodoxostypos
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ