2021-08-23 20:57:58
Φωτογραφία για 24 Αὐγούστου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. ιε΄ 29-38

29 Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν; 30 τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; 31 καθ᾿ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. 32 εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. 33 μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. 34 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσι· πρὸς ἐντροπὴν ὑμῖν λέγω. 35 Ἀλλ᾿ ἐρεῖ τις· πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; 36 ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· 37 καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· 38 ὁ δὲ Θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.


ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κα΄ 23-27

23 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; 24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 25 τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ᾿ ἑαυτοῖς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ· ,26 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην. 27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον· οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΕΥΤΥΧΗΣ

Στίς 24 Αὐγούστου ἑορτάζει ὁ ἅγιος μάρτυς Εὐτυχής. Ἦταν μαθητής τῶν ἁγίων ἀποστόλων Ἰωάννη Θεολόγου καί Παύλου καί ἦταν γεμᾶτος ἀπό τήν χάρη τοῦ Ἁγίου Πνεύματος. Κήρυξε μέ παρρησία τό Εὐαγγέλιο καί γκρέμισε πολλούς εἰδωλολατρικούς ναοὐς. Ὑπέμεινε πολλές τιμωρίες, φυλακίσθηκε γιά μεγάλο διάστημα καί μέσα στήν φυλακή δέχθηκε οὐράνιο ἄρτο. Κατόπιν τόν ἔρριξαν στήν πυρά καί στά ἄγρια θηρία, ἀλλά δέν ἔπαθε τίποτα. Μάλιστα ἕνα ἀπό τά θηρία μίλησε μέ ἀνθρώπινη φωνή. Ἐπέστρεψε στήν πατρίδα του μέ τήν βοήθεια ἀγγέλου, ὁ ὁποῖος προπορευόταν καί τόν ἐνδυνάμωνε. Ἐκοιμήθη πλήρης ἡμερῶν.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.)

Ὡς φοιτητὴς τῶν ἱερῶν Ἀποστόλων, τῆς εὐσέβειας ὑποφήτης ἐδείχθης, καὶ τὴν τοῦ Λόγου σάρκωσιν ἐκήρυξας τρανῶς, ὅθεν ἐνδιέπρεψας, μαρτυρίου τοὶς πόνοις, θαύμασι τῆς πίστεως, βεβαιώσας τὸν λόγον. Ἱερομάρτυς Πάτερ Εὐτυχές, Χριστὸν δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.

Μεγαλυνάριον

Σύμπονος καί σύμπνους ἀναδειχθείς, Εὐτυχές θεόφρων, Ἀποστόλων τῶν τοῦ Χριστοῦ, μέγιστον ἀξίως, ε’σεποιήσω κλέος, καί τῶν παθῶν Κυρίου Μάρτυς γεγένησαι.

Πηγή: orthodoxostypos
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ