2021-08-26 20:33:24
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Κορ. α΄ 12-20
12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ᾿ ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. 13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ᾿ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε, 14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. 15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον, ἵνα δευτέραν χάριν ἔχητε, 16 καὶ δι᾿ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ᾿ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. 17 τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾿ ἐμοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ; 18 πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. 19 ὁ γὰρ τοῦ Θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι᾿ ἡμῶν κηρυχθείς, δι᾿ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναί καὶ οὔ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν· 20 ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ ναὶ καὶ ἐν αὐτῷ τὸ ἀμὴν τῷ Θεῷ πρὸς δόξαν δι᾿ ἡμῶν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. κβ΄ 23-33
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν. καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. 28 ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν. 29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι. 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος, 32 ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΠΟΙΜΗΝ
Στὶς 27 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ὁσίου Ποιμένος. Ὁ ὅσιος καταγόταν ἀπό τήν Αἴγυπτο κι ἔγινε μοναχός μαζί μέ τούς ἀδελφούς του. Ἡ μητέρα τους πῆγε στήν ἔρημο νά τούς δεῖ, προφασιζόμενη τήν μητρική της ἀγάπη καί τήν μεγάλη της ἠλικία. Στήν ἐπιμονή της, ὁ ὅσιος Ποιμήν τήν ρώτησε, ποῦ θέλει νά τούς δεῖ, σέ αὐτήν τήν ζωή ἤ στήν ἄλλη. Τότε κατάλαβε ἡ μητέρα γιά ποιόν λόγο ἀρνιόντουσαν νά τήν συναντήσουν καί ἀναχώρησε μέ χαρά χωρίς νά τούς συναντήσει. Κάποιος ρώτησε τόν ἀββᾶ Ποιμένα, “ἐάν δῶ τήν ἁμαρτία τοῦ ἀδελφοῦ μου, νά τόν σκεπάσω;” Ὁ δέ ἅγιος ἀπάντησε, ἐάν σκεπάσουμε τήν ἁμαρτία τοῦ ἀδελφοῦ μας, τότε κι ὁ Θεός θά σκεπάσει τήν δική μας. Ὁ ὅσιος Ποιμήν ἔφτασε σέ τέτοια ὕψη ἀρετῆς, ὥστε ὅλοι οἱ ἀσκητές τόν εἴχαν ὡς πρότυπο. Ἐξεδήμησε πρός Κύριον πλήρης ἡμερῶν.
Ἀπολυτίκιον
(Ἦχος γ’. Θείας πίστεως.)
Θείων ἔργων σου, τὴ δαδουχία, λαμπρυνόμενος, τὴ διάνοια, διακρίσεως φωστὴρ ὤφθης ἄδυτος, διασκεδάζων παθῶν τὴν σκοτόμαιναν, καὶ καταυγάζων ἠμῶν τὰ νοήματα. Ποιμὴν Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Χαίροις τῶν Ἀγγέλων ὁ μιμητής, καί τῶν μοναζόντων, ὁ ἀλείπτης καί παιδευτής· χαίροις θεωρίας, καί πράξεως ὁ λύχνος, Ποιμήν πατέρων δόξα Αἰγύπτου βλάστημα.
Πηγή: orthodoxostypos
paraklisi

ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΠΡΟΗΓΟΥΜΕΝΟ ΑΡΘΡΟ
Όταν ο άγιος Φανούριος απελευθέρωσε αιχμάλωτους Ιερείς
ΣΧΟΛΙΑΣΤΕ