2021-08-30 20:25:45
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. θ΄ 1-7
1 Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· 2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. 6 Τούτων δὲ οὕτω κατεσκευασμένων 7 εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ι΄ 38-42, ια΄ 27-28
38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς.
ια΄ 27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΚΑΤΑΘΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
Ἡ τίμια Ζώνη τῆς Ὑπεραγίας Θεοτόκου μαζί μέ τήν τιμία Ἐσθῆτα φυλάσσονταν στά Ἱεροσόλυμα ἀπό μία γυναῖκα παρθένο. Ὁ βασιλιάς Ἀρκάδιος, γυιός τοῦ μεγάλου Θεοδοσίου, ἔστειλε κι ἔφεραν καί τά δύο στήν Κωνσταντινούπολη καί τά ἔβαλε σέ μιά λαμπρή θήκη, τήν ὁποία ὀνόμασε ἁγία Σορό. Μετά ἀπό τετρακόσια χρόνια ὁ Λέων ὁ Σοφός εἶδε σέ ὁπτασία ὅτι ἡ γυναῖκα του Ζωή, που ἐνωχλεῖτο ἀπό ἀκάθαρτο πνεῦμα, θά γινόταν καλά, ἐάν ἔβαζαν ἐπάνω της τήν τιμία Ζώνη. Πράγματι ἄνοιξαν τήν ἁγία Σορό. Ἡ ἁγία Ζώνη ἄστραφτε σάν νά ἦταν θεοΰφαντη. Μόλις τήν ἀκούμπησαν στήν βασίλισσα, ἀμέσως ἐλευθερώθηκε ἀπό τό δαιμόνιο. Ὅλοι δόξασαν κι εὐχαρίστησαν τόν Θεό καί ἀπέθεσαν πάλι τήν ἁγία Ζώνη στήν ἁγία Σορό.
Ἀπολυτίκιον
(Ἦχος πλ. δ΄)
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Zώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα, ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος, διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Σύνδησον ἀγάπῃ εἰλικρινεῖ, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, τούς τῇ καταθέσει, τῆς σῆς παντίμου Ζώνην, ὑμνοῦντας τάς άπείρους εὐγερσίας σου.
Πηγή: orthodoxostypos
paraklisi

ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΠΡΟΗΓΟΥΜΕΝΟ ΑΡΘΡΟ
Ιστορικό βαγόνι του Όριεντ Εξπρές στη Διεθνή Έκθεση Θεσσαλονίκης.
ΕΠΟΜΕΝΟ ΑΡΘΡΟ
Το Κεντρικό Δελτίο ειδήσεων ταξιδεύει σε όλη την Ελλάδα
ΣΧΟΛΙΑΣΤΕ