2021-09-03 08:04:11
Φωτογραφία για 3 Σεπτεμβρίου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. δ΄ 13-18

13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. 16 Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλ᾿ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾿ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾿ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κδ΄ 27-33, 42-51

27 Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 28 ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί
. 29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾿ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν. 32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33 οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.

42 Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. 43 Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἐλθεῖν, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΘΕΟΚΤΙΣΤΟΣ

Στίς 3 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Θεοκτίστου, συνασκητοῦ τοῦ μεγάλου Εὐθυμίου. Ἀγάπησε ἀπό παιδί τόν Θεό, γι’ αὐτό ἄφησε τούς συγγενεῖς καί τήν πατρίδα του γιά να πάει στήν Ἱερουσαλήμ καί νά μόνασει σέ μιά Λαύρα ἕξι μίλια μακριά. Ἀγωνιζόταν μέ μεγάλη ἀνδρεία κατά τῶν παθῶν καί κατά τῶν δαιμόνων. Τότε ἄφησε κι ὁ μέγας Εὐθύμιος τά ἐγκόσμια καί συγκατοίκησε μέ τόν ὅσιο Θεόκτιστο. Ἡ ἀγάπη τους γιά τήν ἀπόκτηση τῶν ἀρετῶν καί οἱ ἀσκητικοί τους ἀγῶνες, τούς ἕνωσαν τόσο, πού ὁ ἕνας βρισκόταν μέσα στήν ψυχή τοῦ ἄλλου καί φρονοῦσαν τά ἴδια. Μετά τήν ἀπόδοση τῆς ἑορτῆς τῶν Θεοφανείων συνήθιζαν νά φεύγουν στήν ἔρημο γιά μεγαλύτερη ἄσκηση καί νά ἐπιστρέφουν τήν Κυριακή τῶν Βαΐων.

Πέντε χρόνια ἀργότερα βρῆκαν ἕνα σπήλαιο σέ κάποιο γκρεμό καί τρέφονταν μόνο μέ ἅγρια βότανα, ἔως ὅτου ἡ ἀρετή καί ἡ ἄσκησή τους τούς φανέρωσαν στούς ἀνθρώπους. Ἐπειδή ἔρχονταν πολλοί ἀδελφοί ἀπό διάφορα μέρη ἱδρύθηκε κοινόβιο, τοῦ ὁποίου προεστώς ἦταν ὁ ὅσιος Θεόκτιστος μέχρι τό τέλος τῆς ζωῆς του. Ὁ ἅγιος Εὐθύμιος ἡσύχαζε σέ ἕνα κελλί κοντά στό κοινόβιο τοῦ ἁγίου Θεοκτίστου κι ἔχτισε μεγάλη Λαύρα. Ὅσοι πήγαιναν σ’ αὐτόν γιά νά γίνουν μοναχοί, τούς ἐστελνε στό κοινόβιο τοῦ μεγάλου Θεοκτίστου. Μεταξύ αὐτῶν ἔστειλε καί τόν ἅγιο Σάββα, διότι ἦταν ἀκόμη πολύ νέος. Μέ τέτοια βιοτή ἔγινε μέγας κι ὀνομαστός ὁ ὅσιος Θεόκτιστος. Κάποτε ἀσθένησε βαρειά κι ἐκοιμήθη σέ βαθύ γῆρας τό 451.

Άπολυτίκιον

(Ἦχος πλ. δ΄. Ταχύ προκατάλαβε.)

Θεῶ ἐκ νεότητος, ἀνατεθεῖς ἱερῶς, κτιστῶν τὴν προσπάθειαν, ἀπεβδελύξω στερρῶς, Θεόκτιστε Ὅσιε, ὅθεν τῆς ἡσυχίας, διαλάμψας τοὶς τρόποις, ὤφθης τῶν Μοναζόντων, ἀκριβὴς παιδοτρίβης. Καὶ νῦν τοὺς προσιόντας σοί, Πάτερ κυβέρνησαν.

Μεγαλυνάριον

Κτίσας σου τόν οἶκον τόν τῆς ψυχῆς, ἐν θεμέθλῳ Πάτερ, τῆς ἀσκήσεως τῆς στερρᾶς, τῷ τῶν ὅλων Κτίστῃ, ναόν ἡγιασμένον, Θεόκτιστε τρισμάκαρ σεαυτόν ηὐτρέπισας.

Πηγή: orthodoxostypos
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ