2021-10-06 19:56:25
Φωτογραφία για 7 Ὀκτωβρίου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἐφεσ. α’ 1-9

1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 3 Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, 4 καθὼς καὶ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ 5 προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, 6 εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, 7 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, 8 ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, 9 γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ.


ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ζ’ 17-30

17 Ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ. Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψε πρὸς τὸν Ἰησοῦν λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον· Ἰωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. ἀπελθόντων δὲ τῶν μαθητῶν Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου· τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. οὗτός ἐστι περὶ οὗ γέγραπται, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· λέγω γὰρ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι. καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΠΟΛΥΧΡΟΝΙΟΣ

Στίς 7 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Πολυχρονίου. Καταγόταν ἀπό τήν ἐπαρχία Γαμφανίτου καί ὁ πατέρας του ἦταν γεωργός. Πολύ νωρίς τόν ἔστειλε νά μάθει τά ἱερά γράμματα. Ἀπό νεαρός ὁ ἅγιος ἦταν τόσο συνετός, φρόνιμος καί ἐγκρατῆς, ὥστε ἐπιτελοῦσε θαύματα. Στήν πόλη του ἡ πηγή τοῦ νεροῦ ἦταν πολύ μακριά μέ ἀποτέλεσμα, αὐτός καί οἱ συμπατριῶτες του νά κοπιάζουν πολύ. Ὁ ἅγιος Πολυχρόνιος προσευχήθηκε καί ἀνέβλυσε θαυματουργικῶς πηγή νεροῦ κοντά στό σπίτι του. Ὅταν μεγάλωσε πῆγε μέ ἄλλους ἐργᾶτες νά δουλέψουν σέ ἕνα ἀμπελῶνα. Ἔτρωγε κάθε δύο ἤ τρεῖς ἡμέρες, γεγονός πού ἐντυπωσίασε τόν ἰδιοκτήτη τοῦ ἀμπελῶνα, ὁ ὁποῖος θαύμασε τήν ἀρετή τοῦ ἁγίου τόσο πολύ, ὥστε τοῦ ἔδωσε χρήματα καί τοῦ εἶπε νά ἐπιστρέψει στήν πατρίδα του καί νά προσεύχεται γι’ αὐτόν. Τόση εὐβλάβεια εἶχε στόν ἅγιο Πολυχρόνιο, ὥστε κράτησε τήν δικέλλα του, καί μέ αὐτήν ἐπιτέλεσε πολλά θαύματα.

Ὁ δοῦλος τοῦ Χριστοῦ ἔχτισε ἐκκλησία μέ αὐτά τά χρήματα καί διέτριβε σέ αὐτήν. Ὅταν ἔγινε ἡ πρώτη ἐν Νικαίᾳ Οἰκουμενική Σύνοδος ὑπερασπίσθηκε τά ὀρθόδοξα δόγματα. Χειροτονήθηκε ἀναγνώστης, διάκονος καί τέλος πρεσβύτερος. Μετά τόν θάνατο τοῦ Μεγάλου Κωνσταντίνου ἐξαπλώθηκε δυστυχῶς ἡ αἵρεση τοῦ Ἀρειανισμοῦ. Βλέποντας οἱ αἱρετικοί τόν ἅγιο νά ἐμμένει στήν ὀρθόδοξη πίστη, τόν φθόνησαν. Κάποια ἡμέρα πού ἱερουργοῦσε στό ἅγιο Θυσιαστήριο, τοῦ ἐπιτέθηκαν καί τόν κατέσφαξαν μέ ξίφη, ἀναμειγνύοντας τό μαρτυρικό του αἷμα μέ τό μυστικό καί θεῖο αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἀπολυτίκιον

(Ἦχος δ’. Ταχύ προκατάλαβε.)

Ἐργάτης γενόμενος, τῆς ἀρετῆς ἐκ παιδός, θαυμάτων ἐπλούτησας, τήν δωρεάν ἐκ Χριστοῦ, σοφέ Πολυχρόνιε· ὅθεν ἱερατεύσας, τῷ Θεῷ θεοφρόνως, ἤθλησας καί καθεῖλες, τοῦ Ἀρείου τήν πλάνην· διό Ἱερομάρτυς, ἀξίως δεδόξασαι.

Μεγαλυνάριον

Ἀρετῆς ἐργάτης ὢν ἐκ παιδός, τῆς ἱερωσύνης, ἀνεδείχθης στήλη λαμπρά, καί ὑπέρ τῆς δόξης, Χριστοῦ ἤθλησας χαίρων, ἐκχέας σου τό αἷμα, ὦ Πολυχρόνιε.

Πηγή: orthodoxostypos
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΚΗΠΟΥΡΙΚΗ: Λεβισία
ΕΠΟΜΕΝΟ ΑΡΘΡΟ
ΚΗΠΟΥΡΙΚΗ: Λεβισία
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ