2022-04-25 21:40:46
Φωτογραφία για Άγιοι του Θεού Ραφαήλ, Νικόλαε και Ειρήνη, πρεσβεύσατε υπέρ ημών των αμαρτωλών
Ἀπολυτίκιον

Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

(Τοῦ Ἁγίου Ῥαφαήλ)

Τῆς Ἰθάκης τὸν γόνον καὶ τῆς Λέσβου τὸ καύχημα, Ὀσιομαρτύρων τὴν δόξαν, Ῥαφαὴλ εὐφημήσωμεν, ἀρτίως γὰρ ἡμῖν φανερωθείς, ἰάματα πηγάζει τοῖς πιστοῖς, καὶ κατ’ ὄναρ καὶ καθ’ ὕπαρ ὑπερφυῶς ὀπτάνεται τοῖς κράζουσι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.

Έτερον Ἀπολυτίκιον

Ἦχος δ’.

Τὴ τῶν Μαρτύρων θαυμαστὴ προστασία, τῶν ἐν Θερμῇ ἠμὶν ἀρτίως φανέντων, ἀπὸ ψυχῆς προσπέσωμεν κραυγάζοντες· Ραφαὴλ μακάριε, καὶ Νικόλαε θεῖε, καὶ Εἰρήνη πάνσεμνε, πάσης ρύσασθε βλάβης, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῇς, τοὺς τὴ πρεσβεία ὑμῶν καταφεύγοντας.

Έτερον Ἀπολυτίκιον 

Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καὶ πρέσβεις πρὸς Κύριον.

Κοντάκιον

Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Οἱ ἐμφανῶς ὑπὲρ Χριστοῦ ἠθληκοτες, καὶ ὑπὸ γῆν χρόνοις πολλοῖς κεκρυμμένοι, ξενοπρεπῶς ἡμῖν ἐφανερωθησαν, Ῥαφαὴλ Νικόλαος, καὶ Εἰρήνη ἡ θεία, καὶ οἱ συναθλήσαντες, μετ' αὐτῶν θεοφρόνως, οὓς ὡς προστάτας καὶ θαυματουργούς, Ὁσιομαρτυρας, πάντες τιμήσωμεν.
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ