2022-10-29 20:32:52
Φωτογραφία για Χαιρετισμοί εις την Αγία Σκέπη της Υπεραγίας Θεοτόκου

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας Θεοτόκε τὰ πληρώματα, τῷ Ὁσίῳ καθωράθης πάλαι Ἀνδρέᾳ· τὸ γὰρ θεῖόν Σου μαφόριον ἐφήπλωσας, καὶ ἐσκέπασας τοὺς πίστει Σε δοξάζοντας, καὶ βοῶντάς Σοι· χαῖρε Σκέπη ὁλόφωτε.

Ἄνωθεν ἐπιστᾶσα, ἀοράτως Παρθένε, ἐσκέπασας πιστῶν τὰς χορείας (γ )· καὶ τοῦτο ἰδὼν περιφανῶς, ὁ θεοφόρος Ἀνδρέας ἠγάλλετο· ἡμεῖς δὲ ἐν τῇ Σκέπῃ Σου, σωζόμενοι ἀναβοῶμεν·

Χαῖρε, δι’ ἧς ὁ Θεὸς σαρκοῦται·

χαῖρε,  δι’ ἧς ὁ Ἀδὰμ θεοῦται.

Χαῖρε, μυστηρίων μεγάλων φανέρωσις·

χαῖρε,  θεοφθόγγων ῥημάτων ἐκπλήρωσις.

Χαῖρε, Σκέπη ἡ πολύφωτος, σκέπουσα πᾶσαν τὴν γῆν·

χαῖρε,  κρήνη ἡ πολύῤῥυτος, ἄρδουσα πᾶσαν ψυχήν.

Χαῖρε, ὅτι ὡράθης τῷ Ὁσίῳ Ἀνδρέᾳ·

χαῖρε,  ὅτι πηγάζεις τὸ ζωήῤῥυτον νέκταρ.

Χαῖρε, σκηνὴ Θεοῦ ἀχειρότευκτος·

χαῖρε,  ναὸς σεπτοῦ ἁγιάσματος.

Χαῖρε, δι’ ἧς οἱ πιστοὶ κραταιοῦνται·

χαῖρε,  δι’ ἧς οἱ ἐχθροὶ καταργοῦνται.

Χαῖρε, Σκέπη ὁλόφωτε.

Βλέπων ἐν τῷ ναῷ Σε, Βλαχερνῶν Θεοτόκε, Ἀνδρέας ὁ σεπτὸς ἐν ἐκστάσει, τὸν τούτου κατὰ πνεῦμα υἱὸν Ἐπιφάνιον, ἐκάλει θεάσασθαι, ὅτι ἀΰλως ἔσκεπες τοὺς ἐν αὐτῷ Θεῷ βοῶντας·

Ἀλληλούϊα.

Γνώριμον ἔτι μᾶλλον, τοὺς ἐν τῷ κόσμῳ ποιῆσαι, τὴν πρὸς ἡμᾶς Σου θέλουσαν χάριν, τὸ Σὸν μαφόριον νοερῶς, ὑπεράνω τοῦ λαοῦ Σου ἐφήπλωσας, μητρικῶς περισκέπουσα καὶ σκέπουσα τοὺς ἐκβοῶντας·

Χαῖρε, Ἀγγέλων ἡ ὑμνῳδία·

χαῖρε,  ἀνθρώπων ἡ σωτηρία.

Χαῖρε, τῶν θαυμάτων πανθαύμαστον ἄκουσμα·

χαῖρε,  τῶν ᾀσμάτων ἁπάντων συμπέρασμα.

Χαῖρε, θρόνος ἡλιόμορφος τοῦ Παντάνακτος Θεοῦ·

χαῖρε,  τεῖχος ὀχυρώτατον τοῦ θεόφρονος λαοῦ.

Χαῖρε, ὅτι προφθάνεις τοὺς θερμῶς Σε καλοῦντας·

χαῖρε,  ὅτι σκεπάζεις τοὺς πιστῶς Σε ὑμνοῦντας.

Χαῖρε, Θεοῦ χωρίον εὐρύχωρον·

χαῖρε,  πιστῶν τὸ μέγα προσφύγιον.

Χαῖρε, ἀρᾶς τῆς ἀρχαίας λύσις·

χαῖρε,  χαρᾶς οὐρανίου βρύσις.

Χαῖρε, Σκέπη ὁλόφωτε.

Δύναμιν οὐρανίαν, καὶ ψυχῶν σωτηρίαν, καὶ πᾶσαν ἀληθῆ θεραπείαν, παρέχει Θεοτόκε ἀεί, ἡ σωστική Σου Σκέπη καὶ πανθαύμαστος· διὸ τῇ ταύτης χάριτι σπεύδοντες, Χριστῷ ἐκβοῶμεν·

Ἀλληλούϊα.

Ἔκθαμβοι ἐθεώρουν, ὁ Ἀνδρέας Σε Κόρη, σὺν τῷ Ἐπιφανίῳ τῷ θείῳ, ὅτι ἐπέστης τῷ Σῷ ναῷ, δορυφορουμένη ὑπ’ ἀΰλων Τάξεων, καὶ θαυμαστῶς ἐδήλωσας, τὴν Σκέπην Σου τοῖς βοῶσι·

Χαῖρε, ὁ οἶκος τῆς θείας δόξης·

χαῖρε,  ἀΰλων χαρίτων δόσις.

Χαῖρε, ὑψηλοῦ μυστηρίου περαίωσις·

χαῖρε,  τῶν βροτῶν ἀληθὴς ἀνακαίνισις.

Χαῖρε, ὕμνος ἀκατάπαυστος, τῶν Ἀγγέλων καὶ βροτῶν·

χαῖρε,  πτῶσις καὶ καθαίρεσις, παμποικίλων δυσμενῶν.

Χαῖρε, ὅτι παρέχεις ἱλασμὸν σωτηρίας·

χαῖρε,  ὅτι βεραβεύεις πλουτισμὸν ἀφθαρσίας.

Χαῖρε, πιστοὺς κινδύνων ἐξαίρουσα·

χαῖρε,  ἐχθρῶν χορείας ἐκτρέπουσα.

Χαῖρε, πηγὴ θεϊκῆς εὐσπλαγχνίας·

χαῖρε,  κρατὴρ ψυχικῆς ἀμβροσίας.

Χαῖρε, Σκέπη ὁλόφωτε.

Ζέοντι πρὸς Σὲ πόθῳ, ὁ λαός Σου Παρθένε, ὕμνοις παννυχίοις αἰνῶν Σε, ἐν τῷ τῶν Βλαχερνῶν Σου ναῷ, κατηξιώθη πανεξαιρέτους χάριτος· αὐτὸν γὰρ περιέβαλες, ἐν τῇ Σῇ Σκέπῃ ἐκβοῶντα·

Ἀλληλούϊα.

Ἥπλωσας παραδόξως, τὸ Σὸν κρήδεμνον Κόρη, καὶ τοῦτο ταῖς χερσί Σου κρατοῦσα, ἔσκεπες δι’ αὐτοῦ συμπαθῶς, τὴν προσκειμένην Σοι τῶν πόλεων ἄνασσαν· ἀλλὰ καὶ ἡμᾶς σκέπασον, τῇ Σῇ Σκέπῃ τοὺς ἐκβοῶντας·

Χαῖρε, ἡ Σκέπη παντὸς τοῦ κόσμου·

χαῖρε,  ἡ Μήτηρ τοῦ Θεοῦ Λόγου.

Χαῖρε, μυροθήκη τοῦ Πνεύματος ἄχραντος·

χαῖρε,  παρθενίας ὁ κῆπος ὁ ἄφθαρτος.

Χαῖρε, ὄρος ἀλατόμητον, ὃ προεῖδε Δανιήλ·

χαῖρε,  τόπος θεοδάβιστος, ὃν προεῖπεν Ἰωήλ.

Χαῖρε, ὅτι ὡράθης, Βλαχερνῶν ἐν τῷ οἴκῳ·

χαῖρε,  ὅτι πηγάζεις, ἀγαθότητος οἶκτον.

Χαῖρε, λαμπὰς τῆς χάριτος πάμφωτος·

χαῖρε,  λαβὶς τοῦ ἀΰλου ἄνθρακος.

Χαῖρε, λειμὼν ἀφθαρσίας εὐώδης·

χαῖρε,  ψυχῶν καθαρῶν ἡ λαμπρότης.

Χαῖρε, Σκέπη ὁλόφωτε.

Θαυμαστή Σου ἡ ὄψις, ἣν ὑπέδειξας Κόρη, Ἀνδρέᾳ καὶ τῷ Ἐπιφανίῳ· ἀλλὰ καὶ νῦν πρεσβείαις αὐτῶν, τήνδε Μονήν Σου καυχωμένην τῇ Σκέπῃ Σου, σκέπε ἀεὶ καὶ φύλαττε, θερμῶς γάρ Σοι προστρέχει βοῶσα·

Ἀλληλούϊα.

Ἰωάννου τοῦ πάνυ, Βαπτιστοῦ τοῦ Κυρίου, καὶ γόνου τῆς βροντῆς τοῦ πανσόφου, ἐν μέσῳ καθωράθης Ἁγνή, καὶ τὴν Σὴν Σκέπην τοῖς πιστοῖς ἀπεκάλυψας, ὑφ’ ἣν ἀεὶ προστρέχοντες, σωζόμεθα ἀναβοῶντες·

Χαῖρε, πασχόντων ἡ θεραπεία·

χαῖρε,  πενθούντων ἡ θυμηδία.

Χαῖρε, θλιβομένων ταχεῖα παράκλησις·

χαῖρε,  πλανωμένων ὀξεῖα ἀνάκλησις.

Χαῖρε, ἴαμα σωτήριον, πονουμένων καρδιῶν·

χαῖρε,  στήριγμα ἀκράδαντον, κλονουμένων ἐκ παθῶν.

Χαῖρε, ὅτι ἐκφαίνεις πανταχοῦ τὴν Σὴν Σκέπην·

χαῖρε,  ὅτι ἐκλάμπεις τὴν θεόφωτον αἴγλην.

Χαῖρε, πιστοὺς ἀπαύστως σκεπάζουσα·

χαῖρε,  ἐχθροὺς ἀπίστους σκεδάζουσα.

Χαῖρε, ψυχῶν ἡ τερψίθυμος αὔρα·

χαῖρε,  πιστῶν τὸ γλυκύτατον ᾆσμα.

Χαῖρε, Σκέπη ὁλόφωτε.

Κόσμον ἅπαντα Κόρη, ἐξ ὀργῆς θεηλάτου, λυτροῦσαι μητρικῇ Σου πρεσβείᾳ, ὅτι ἐν προσευχῇ ἐκτενεῖ, καὶ ἐν δάκρυσι τὸν Υἱόν Σου ἱκέτευσας, ὡς ἐν Βλαχέρναις ὡράθης, ὑπὲρ τῶν πίστει ἐκβοώντων·

Ἀλληλούϊα.

Λάμπουσα ὑπὲρ φύσιν, ὡς Βασίλισσα ὅλων, καὶ δήμοις ὑμνουμένη Ἀγγέλων, ἐπέστης ἐν ἀδύτοις Ἁγνή, τοῦ Σοῦ ναοῦ ἅπασι, νέμουσα τῆς Σκέπης Σου τὰς χάριτας, τοῖς ἐκβοῶσί Σοι τοιαῦτα·

Χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας·

χαῖρε,  ἡ βάσις τῆς εὐσεβείας.

Χαῖρε, θεϊκῆς ἀγαθότητος πλήρωμα·

χαῖρε,  ψυχικῆς ἀναβάσεως ὕψωμα.

Χαῖρε, ἄβυσσος ἀπέραντος οὐρανίων οἰκτιρμῶν·

χαῖρε,  θάλασσα ἀμέτρητος ἀποῤῥήτων δωρεῶν.

Χαῖρε, ὅτι παρέχεις πᾶσιν ἄφθονον χάριν·

χαῖρε,  ὅτι σκεδάζεις τὴν ψυχόλεθρον ζάλην.

Χαῖρε, βροτῶν τὸ γένος ἡ σώσασα·

χαῖρε,  καὶ νῦν τὸν κόσμον ἡ σκέπουσα.

Χαῖρε, φθορᾶς ἡ ξηράνασα χύσιν·

χαῖρε,  βαλβὶς πρὸς οὐράνιον λῆξιν.

Χαῖρε, Σκέπη ὁλόφωτε.

Μέγιστον πάλαι κλέος, τῇ ἁγίᾳ Σου Σκέπῃ, ἡ ἄνασσα τῶν πόλεων εἶχε, ταύτῃ δὲ ἡ Ἑλλάς, καταφεύγουσα ἐν δειναῖς περιστάσεσι, σώζεται τῇ Σῇ χάριτι, καὶ τῷ Υἱῷ Σου Κόρη ψάλλει·

Ἀλληλούϊα.

Νῦν ὡς πάλαι Παρθένε, τῇ ἁγίᾳ Σου Σκέπη, μὴ παύσῃ μεγαλεῖα ποιοῦσα· ταύτῃ γὰρ προστρέχομεν ἀεί, ἐπιβοώμενοι τὸ μέγα Σου ὄνομα, ὡς ἂν πάσης ῥυώμεθα θλίψεως, οἱ πόθῳ βοῶντες·

Χαῖρε, τὸ θάμβος τῶν Ἀσωμάτων·

χαῖρε,  ὁ πλοῦτος τῶν χαρισμάτων.

Χαῖρε, ἀγαθῶν χορηγία ἀνέκλειπτος·

χαῖρε,  ἀρετῶν συστοιχία ὑπέρλαμπρος.

Χαῖρε, κάλλος ὑπερθαύμαστον παρθενίας παγκαλλοῦς·

χαῖρε,  κλέος ὑπερένδοξον εὐκληρίας ἀληθοῦς.

Χαῖρε, ὅτι τοῖς πᾶσιν ἐφαπλοῖς τὴν Σὴν Σκέπην·

χαῖρε,  ὅτι ἀνάγεις πρὸς οὐράνιον σχέσιν.

Χαῖρε, φωτὸς αΰλου θησαύρισμα·

χαῖρε,  καλῶν ἀπείρων ἐναύλισμα.

Χαῖρε, ζωῆς αἰωνίου ταμεῖον·

χαῖρε,  Θεοῦ δωρεῶν πρυτανεῖον.

Χαῖρε, Σκέπη ὁλόφωτε.

Ξένον θαῦμα κατεῖδον, ἐν ναῷ Σου ἁγίῳ, Ἀνδρέας σὺν τῷ Ἐπιφανίῳ, εὐχομένην γάρ Σε ἐκτενῶς, ὑπὲρ παντὸς τοῦ κόσμου ἔβλεπον Ἄχραντε, καὶ πάντας περισκέπουσαν, τοὺς τῷ Υἱῷ Σου ἀναβοῶντας·

Ἀλληλούϊα.

Ὅλην λελαμπρυσμένην, καὶ φωτὶ ἀποῤῥήτῳ, ἀστράπτουσαν κατεῖδόν Σε Κόρη, κρατοῦσαν ταῖς σεπταῖς Σου χερσίν, ἀναπεπταμένην ἄνωθεν τοῦ κλήρου Σου, τὴν φωτοφόρον Σκέπην Σου, καὶ σκέπουσαν τοὺς ἐκβοῶντας·

Χαῖρε, μεσίτρια τῶν ἀνθρώπων·

χαῖρε,  Βασίλισσα τῶν Ἀγγέλων.

Χαῖρε, θαμαστὴ προστασία τῶν δούλων Σου·

χαῖρε,  σωστικὴ ὁδηγία τῶν τέκνων Σου.

Χαῖρε, Σκέπη ἀνυπέρβλητε, καὶ ἀντίληψις πιστῶν·

χαῖρε,  σθένος ἀπερίτρεπτον, καὶ κραταίωμα ψυχῶν.

Χαῖρε, ἡ ἀνωτέρα τῶν πυρίνων Ταγμάτων·

χαῖρε,  ἡ λαμπροτέρα ἀξιῶν λαμπροτάτων.

Χαῖρε, χαρᾶς ἀλήκτου ὑπόθεσις·

χαῖρε,  ἀρᾶς ἀρχαίας ἀναίρεσις.

Χαῖρε, ψυχῶν ὁ ἀχείμαστος ὅρμος·

χαῖρε,  τερπνὴ ἀναψύχουσα δρόσος.

Χαῖρε, Σκέπη ὁλόφωτε.

Πλήρης δόξης ἁγίας, ὁ Σὸς ἅγιος οἶκος, ὡράθη Παρθένε Παναγία, ὁ ἐν ταῖς Βλαχέρναις νοερῶς, ἡνίκα ἐν τούτῳ τὴν πάμφωτον Σκέπην Σου, ἀΰλως ἀνεπέτασας, σκέπουσα τοὺς Θεῷ βοῶντας·

Ἀλληλούϊα.

Ῥώμην τὴν νέαν Κόρη, ἔσκεπες παραδόξως, καθάπερ ἐκλεκτήν Σου μερίδα, νῦν δὲ σκέπε κραταιῶς, τὸν περιούσιον λαόν Σου Πανάχραντε, τῇ Σκέπῃ Σου ἐλπίζοντα, καὶ βοῶντά Σοι καθ’ ἑκάστην·

Χαῖρε, Θεοῦ πολύφωτον ἅρμα·

χαῖρε,  πιστῶν σωτήριον χάρμα.

Χαῖρε, φωταυγοῦσα ἡμῶν τὰ νοήματα·

χαῖρε,  καταργοῦσα ἐχθρῶν τὰ συστήματα.

Χαῖρε, χώρα ἀγεώργητος, γεωργοῦσα τὴν ζωήν·

χαῖρε,  κόσμῳ ἡ βλαστήσασα τὴν ἀΐδιον τρυφήν.

Χαῖρε, ὅτι ὡράθης θαυμαστῶς ἐν Βλαχέρναις·

χαῖρε,  ὅτι βαστάζεις τὸν Θεὸν ἐν ὠλέναις.

Χαῖρε, ἡ φῶς τὸ θεῖον ἀστράπτουσα·

χαῖρε,  πιστοῖς τὴν χάριν πυρσεύσασα.

Χαῖρε, βυθὸς δωρεῶν ἀποῤῥήτων·

χαῖρε,  ἀρχὴ ἀγαθῶν ἀλαλήτων.

Χαῖρε, Σκέπη ὁλόφωτε.

Σκέπην Σου τὴν ἁγίαν, μητρικῇ συμπαθείᾳ ἐφάπλωσον καὶ νῦν Παναγία, ὑπεράνω ταύτης τῆς Μονῆς, τῆς ὁλικῶς ἀνακειμένης τῇ δόξῃ Σου, καὶ σκέπε ταύτην πάντοτε, πιστῶς βοῶσαν τῷ Υἱῷ Σου·

Ἀλληλούϊα.

Τὴν σκηνὴν τὴν τοῦ νόμου, τοῦ φωτὸς ἡ νεφέλη, ἐκάλυπτε τυποῦσα Σὴν δόξαν, νῦν δὲ τὴν Ἐκκλησίαν Χριστοῦ, ἡ φωταυγής Σου Σκέπη καλύπτει πάντοτε, Παρθένε Παναμώμητε· διό Σοι πόθῳ ἀναβοῶμεν·

Χαῖρε, νεφέλη ἡ λευκοτάτη·

χαῖρε,  λυχνία ἡ λαμπροτάτη.

Χαιρε, Προφητῶν ἱερὸν περιήχημα·

χαῖρε,  φωτεινὸν τῆς Θεότητος σκήνωμα.

Χαῖρε, κρήνη ἡ προχέουσα εὐσπλαγχνίας ποταμούς·

χαῖρε,  πᾶσιν ὑπανοίγουσα τοῦ Θεοῦ τοὺς οἰκτιρμούς.

Χαῖρε, ἡ ἐν τῷ νόμῳ τυπικῶς κηρυχθεῖσα·

χαῖρε,  ἡ τὸν Δεσπότην ἐν νηδύϊ δεχθεῖσα.

Χαῖρε, Θεοῦ παλάτιον πάμφωτον·

χαῖρε,  βροτῶν διάσωσμα τάχιστον.

Χαῖρε, πολλῶν λυτρουμένη κινδύνων·

χαῖρε,  ἡμᾶς οἰκειοῦσα Κυρίῳ.

Χαῖρε, Σκέπη ὁλόφωτε.

Ὕμνον θεῖε Παρθένε, ἐν πολλῇ εὐλαβείᾳ, προσφέρομεν τῇ θείᾳ Σου Σκέπῃ, καὶ κηρύττομεν ταύτης φαιδρῶς, τὰς πολλὰς πρὸς ἡμᾶς δωρεὰς καὶ χάριτας· Σὺ εἶ γὰρ ἡμῶν ἡ ἔφορος, καὶ Σὲ ὑμνοῦμεν ἐκβοῶντες·

Ἀλληλούϊα.

Φωτοφόρος ὡράθη, περισκέπουσα πάντας, ἡ πάμφωτος καὶ θεία Σου Σκέπη· ταύτην οὖν Παρθένε ἀφ’ ἡμῶν, μὴ ἀντανέλῃς δεόμεθα οἱ δοῦλοί Σου· ἀλλ’ ἡμᾶς σκέπε πάντοτε, τοὺς εὐλαβῶς ἐκβοῶντας·

Χαῖρε, χαρὰ τῶν λελυπημένων·

χαῖρε,  τρυφὴ τῶν κακουχουμένων.

Χαῖρε, οὐρανὲ τῆς Θεότητος ἔμψυχε·

χαῖρε,  καλλονὴ παντὸς κάλλους ὑπέρκαλε.

Χαῖρε, κόσμος ὑπερκόσμιος, καὶ Ἀγγέλων καὶ βροτῶν·

χαῖρε,  Ἄνασσα ὑπερτιμος, νοητῶν καὶ αἰσθητῶν.

Χαῖρε, ὀξυτάτη τῆς Μονῆς Σου προστάτις·

χαῖρε,  ἡ ἐποπτεία οἰκουμένης ἁπάσης.

Χαῖρε, πιστῶν θερμὸν ἱλαστήριον·

χαῖρε,  ἡμῶν μεσῖτις πρὸς Κύριον.

Χαῖρε, ὁδὸς ἀσφαλὴς σωτηρίας·

χαῖρε,  Θεοῦ χορηγὸς συμπαθείας.

Χαῖρε, Σκέπη ὁλόφωτε.

Χάριν ἄφθονον νέμει, καὶ ψυχῶν σωτηρίαν, τοῖς πᾶσιν ἡ φωσφόρος Σου Σκέπη, ἐξαιρέτως δὲ σκέπει Ἁγνή, τὴν παροῦσαν Μονὴν ταύτης τῷ ὀνόματι, τιμωμένην Πανάχραντε, καὶ τῷ Υἱῷ Σου ἐκβοῶσαν·

Ἀλληλούϊα.

Ψάλλοντές Σου τῆς Σκέπης, τὰς πλουσίας ἐκφάνσεις, τὰς πρὸς ἡμᾶς Θεόνυμφε Κόρη, οὐ παύομεν βοᾶν Σοι πιστῶς· μὴ διαλίπῃς ἡμᾶς σκέπειν ἑκάστοτε, ἐκ πάσης περιστάσεως, ὡς ἄν Σοι ἀεὶ βοῶμεν·

Χαῖρε, καθέδρα τοῦ Θεοῦ Λόγου·

χαῖρε,  βοήθειαν παντὸς κόσμου.

Χαῖρε, πεπτωκότων ταχεῖα ἀνόρθωσις·

χαῖρε,  ἀδυνάτων ἀήττητος δύναμις.

Χαῖρε, Σκέπη καὶ κραταίωμα Ὀρθοδόξων εὐσεβῶν·

χαῖρε,  κράτος καὶ ἀντίληψις εὐλαβῶν μοναζουσῶν.

Χαῖρε, ὅτι καθαίρεις, τῶν πιστῶν τὰς χορείας·

χαῖρε,  ὅτι σκεπάζεις, τῶν πιστῶν τὰς χορείας.

Χαῖρε, δι’ ἧς τῶν χειρόνων φεύξομαι·

χαῖρε,  δι’ ἧς σωτηρίας τεύξομαι.

Χαῖρε, Μονῆς τῆς σεπτῆς Σου ἡ Σκέπη·

χαῖρε, καὶ γὰρ ἐν Σοί, πᾶς πιστὸς χαίρει.

Χαῖρε, Σκέπη ὁλόφωτε.

Ὦ Πανύμνητε Κόρη, τῆς ἁγνῆς Θεοτόκου, ἡ σκέπουσα τὸν σύμπαντα κόσμον (γ )· ἐκ πάσης τοῦ Βελίαρ ὁρμῆς, σκέπε καὶ διάσῳζε ἡμᾶς ἀπήμονας· πρὸς Σὲ γὰρ ἀεὶ σπεύδομεν, καὶ τῇ Τριάδι ἐκβοῶμεν·

Ἀλληλούϊα.

Καὶ αὐθύς τὸ Κοντάκιον.

Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας Θεοτόκε τὰ πληρώματα, τῷ Ὁσίῳ καθωράθης πάλαι Ἀνδρέᾳ· τὸ γὰρ θεῖόν Σου μαφόριον ἐφήπλωσας, καὶ ἐσκέπασας τοὺς πίστει Σε δοξάζοντας, καὶ βοῶντάς Σοι· χαῖρε Σκέπη ὁλόφωτε!

paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ