2023-01-25 08:34:26
Άγιος Γρηγόριος ο Θεολόγος.
Ιερά Μονή Παναγίας του Άρακα
Ὁ Θεὸς ὁ Θεός μου, ὃν τὰ Χερουβεὶμ καὶ πᾶσαι αἱ ἄβυσσοι τρέμουσι, τὸ τῆς ἀγαθότητος ἀνεξιχνίαστον πέλαγος, ὁ ἀεὶ ὑπακούων τῶν ἐν συντετριμμένῃ καρδία ἐπικαλουμένων σε, ὁ τὴν νύκτα ποιήσας πρὸς ἀνάπαυσιν καὶ σωτηρίαν τοῦ σοῦ πλάσματος, ὁ καταξιώσας με τὸν ταλαίπωρον τῆς ἡμέρας φθάσαι τὸ τέλος, ὁ εἰπών· «πρὶν ἢ ἐπικαλέσῃς με, πάρειμι καὶ ἔτι λαλοῦντός σου», ἐλθὲ καὶ νῦν, Δέσποτα, μέχρις ἡμῶν τῆ ἀοράτῳ σου παρουσίᾳ, ἐκ τῶν πατρικῶν κόλπων τοῦ σοῦ Γεννήτορος, ὅθεν οὑκ ἐχωρίσθης ποτέ, καὶ κλῖνον τὸ οὖς σου πρὸς τὴν ἡμετέραν ἀσθένειαν· Κύριε ὁ Θεός, ὁ ὑπερβλύζων ἔλεος καὶ χρηστότητα, ὁ ἀεί με προσκαλούμενος, τὸν ἀεί σε ἀποστρεφόμενον καὶ παρὰ σοῦ εὐεργετούμενον, ἐξαπόστειλον ἐν ἐμοὶ τῷ ἀθλίῳ κατάνυξιν, καὶ δεῖξον, ὥς ποτε τὴν ἐν ἐρήμῳ πέτραν, τὴν λιθώδη καὶ πεπωρωμένην μου καρδίαν δακρύων φέρειν πηγάς.
Ἰδοὺ γάρ, Δέσποτα, μετὰ φόβου καὶ τρόμου σοὶ προσπίπτω καὶ δέομαι. Κύριε, Κύριε, συγχώρησόν μοι τὰ δι’ ὅλης τῆς ἡμέρας καὶ τοῦ βίου μου παντὸς ἐν ἀγνοίᾳ καὶ γνώσει καὶ ἐνθυμήσει μου πταίσματα· οἶδα γὰρ ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, καὶ πλάστα φιλόψυχε, καὶ δία τοῦτο πρὸς δέησιν ἀπετόλμησα· οὑκ ἐποίησά σου κἂν μίαν ὤραν θέλημα, οὐδὲ ἓν ἀγαθόν,
Βλέψον, Δέσποτα, σοὶ ἀνατίθημι πᾶσάν μου ἀσθένειαν· ἱλάσθητι, ἐλέησον, σοὶ γὰρ προσέρχομαι αὐτοκατάκριτος καὶ ἀναπολόγητος· ἐρυθριῶ καὶ φρίττω, τὸν οὐρανὸν ῥυπαροῖς θεάσασθαι ὀφθαλμοῖς. Σοὶ μὲν κλίνω γόνυ καρδίας καὶ σώματος, χεῖρας δὲ αἴρω σαρκός, μετὰ δακρύων καὶ στεναγμῶν κατανύξεως, δέομαι, Κύριε, Κύριε, βοήθει μοι, καὶ τοῦ πυρός τοῦ ἀσβέστου με λύτρωσαι. Ἔθεντο γάρ με τὸν ἄθλιον ἐπίχαρμα οἱ δαίμονες, κατ‘ ἐμοῦ ἀναιδῶς ἐπιβαίνοντες.
Δία τοῦτο, Κύριε Κύριε, τάχυνον, σπεῦσον, βοήθησον ἀντιλαβοῦ, καὶ τῷ φοβερῷ σου κριτηρίῳ ἀκατάκριτον παραστῆναί με καταξίωσον. Καὶ μὴ νικήσωσιν αἱ ὑπὲρ ἄμμον θαλάσσης ἁμαρτίαι μου, ὑπεράγαθε καὶ μακρόθυμε Δέσποτα, τὴν ἄβυσσον τῆς φιλανθρωπίας σου, μὴ καταλαβέτωσαν ἐν τῇ νυκτὶ ταύτῃ τὴν ελεεινήν μου ψυχήν, αἱ ἃς οὐ προσδοκῶ δαιμόνων φαντασίαι καὶ φόβοι νυκτερινοί, καὶ πρᾶγμα ἐν σκότει διαπορευόμενον· μὴ νυστάξῃ, μηδὲ ὑπνώσῃ ὁ φυλάσσων με Ἄγγελος, μηδέ τι τῶν ῥυπαρῶν τῆς ἡμέρας καὶ τῶν μεθ‘ ἡμέραν ἡ νὺξ ἐλέγξῃ.
Ἄκουσον, Κύριε, καρδίας βοώσης, καὶ μὴ προσχῇς τοῖς φαύλοις μου ἔργοις, ἀλλ’ ἐπίβλεψον ἐπὶ τὴν ὀδύνην τῆς ψυχῆς μου, καὶ τάχυνον τοῦ ἰάσασθαί με, χάριν τῆς φιλανθρωπίας σου, ῥὺσαί με ἀπὸ τῶν πονηρῶν ἔργων μου, καὶ μὴ ἀντιμετρήσῃς μοι μηδὲ θελἠσῃς ἀποδοῦναί μοι ἄξια ὧν ἔπραξα, ἵνα μὴ τελείως ἀπόλωμαι. Στρέψον μοι, Κύριε τὸν κοπετὸν εἰς χαράν, διάρρηξον τὸν σάκκον μου καὶ περίζωσόν με εὐφροσύνην, καὶ ἀνοιγήτω μοι ἡ θύρα τῆς βασιλείας σου, ἵνα εἰσελθὼν ἐν αὐτῇ μετὰ τῶν ἀπολαυόντων τοῦ φωτὸς τοῦ προσώπου σου, τύχω αἰωνίου ζωῆς.
Πηγή: immorfou
paraklisi

ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΠΡΟΗΓΟΥΜΕΝΟ ΑΡΘΡΟ
Αύριο η συνεδρίαση του διοικητικού συμβουλίου του ΟΣΕ
ΣΧΟΛΙΑΣΤΕ