2016-03-01 20:30:12
Φωτογραφία για 8038 - Επί τη Χιλιετηρίδι του Αγίου Όρους Ακολουθία (963-1963)
ΕΠΙ Τῌ ΧΙΛΙΕΤΗΡΙΔΙ ΤΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ ΑΚΟΛΟΥΘΙΑ

ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ἐκκλησία ἡ σύμπασα, χαρμοσύνως ἑόρτασον, αἶνον χαριστήριον Θεῷ ἄδουσα· ὅτι τὸ Ὄρος τὸ Ἅγιον, Ἄθως ὁ περίβλεπτος, τῆς ὁσίας ἀρετῆς, ὁ λειμὼν ὁ πανεύοσμος, ὡς ἀείφωτος, ἐν ἑλίξεσι χρόνων καὶ αἰώνων, πυρσὸς μέγας εὐσεβείας, τοῖς ἐν τῷ κόσμῳ προβάλλεται.

Εὐδοκίᾳ τῇ κρείττονι, τῇ ἁγνῇ Θεομήτορι, ὥσπερ κλῆρος ἅγιος προσκεκλήρωται, πάλαι τὸ Ὄρος τοῦ Ἄθωνος, καὶ Ἅγιον γέγονε, μυστικῶς ἁγιασθέν, τοῖς ἁγίοις παλαίσμασι, θείῳ Πνεύματι, τῶν ἐν τούτῳ ἁγίως ἀσκησάντων· ὧν προέχει διαλάμπων, ὁ εὐκλεὴς Ἀθανάσιος.

Οὐρανὸς ὡς πολύφωτος, τῶν Ὁσίων τὸν σύλλογον, ὥσπερ ἄστρα πάμφωτα ἔχον πέφηνεν, Ὄρος τοῦ Ἄθω τὸ Ἅγιον, ἐν ᾧ ἡ περίβλεπτον, Λαύρα καὶ περιφανής, τῶν λοιπῶν Μονῶν χάριτι, προεξάρχουσα, διανύσασα θείᾳ δυναστείᾳ, τῶν ἐτῶν τὴν χιλιάδα, εὐθυπορεῖ πρὸς τὰ μέλλοντα.


Τὴν πολλὴν προστασίαν σου, Θεοτόκε πανάχραντε, τὴν περὶ τὸ Ὄρος Σου μεγαλύνομεν· ὅτι αὐτὸ ἐν τῇ σκέπῃ Σου, δεινῶν ἐπιθέσεων, καὶ παντοίων προσβολῶν, διεφύλαξας ἄτρωτον καὶ ἀπήμαντον, διὰ μέσου αἰώνων καὶ κινδύνων· διὰ τοῦτό Σοι τὰ σῶστρα, ἄγει κηρύττον τὴν χάριν Σου.

Τῶν ἐν Ἄθῳ ὁ πρόκριτος, Ἀθανάσιε Ὅσιε, ὑποφῆτα μέγιστε τῆς ἀσκήσεως, καὶ Διονύσιε ἔνθεε, Παῦλε καὶ Γρηγόριε, Σίμων Μάξιμε κλεινέ, καὶ σοφὲ Διονύσιε, Ῥῆτορ ἔνδοξε, μετὰ πάντων γνωστῶν καὶ ἀνωνύμων, τόδε Ὄρος εἰς αἰῶνας, ὑμῶν φρουρεῖτε δεήσεσι.

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, εὐφήμῳ στόματι δοξάζει, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, ἐπὶ τοῖς περὶ ἡμᾶς, εὐσπλάγχνοις Αὐτοῦ κρίμασι· τὸ γὰρ Ὄρος τοῦ Ἄθω, πάσης γῆς προκρίνας, ἐν αὐτῷ κατοικεῖν ηὐδόκησε, κατὰ Δαβὶδ τὸν θεῖον, καὶ ἐμφανὲς τοῦτο πᾶσιν ἀνέδειξε, καὶ ἐπ’ ἄκρων τῶν ὀρέων ὕψωσε, καὶ ὑπεράνω τῶν βουνῶν, ὡς φησὶν Ἡσαΐας· ἐν αὐτῶ γὰρ συναγαγὼν ἐκ πάσης οἰκουμένης, Ὁσίων συστήματα, τῆς ἀρετῆς τὸν πλοῦτον δι’ αὐτῶν ἐκλάμπει, καὶ τῆς Ὀρθοδοξίας τὸ κράτος, ἔτι ἅπαξ σφραγίζει, εἰς περιποίησιν τῶν θελόντων σωθῆναι· καὶ ὑψηλῷ βραχίονι, ἐν ἐτῶν περιόδοις, καὶ αἰώνων διαγαγὼν παραδρομαῖς, χίλια ἔτη διαπεράσαι τοῦτο ἠξίωσεν, ὡς ἡμέραν μίαν, ἐν τῷ προσώπῳ Αὐτοῦ. Ἀλλ’ ὦ Σῶτερ εὔσπλαγχνε, ταῖς τῆς Μητρός Σου λιταῖς, καὶ τῶν ἐν τούτῳ ἀσκησάντων, προσευχαῖς Ὁσίων, ἀνεπιβούλευτον αὐτὸ διάσωζε, ἄχρι τερμάτων αἰῶνος.

Καὶ νῦν. Τὸ Δογματικὸν τοῦ Ἤχου ἢ τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα (Κεφ. κδ΄, 12-18)

Εἶπε Κύριος πρὸς Μωυσῆν· ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ· καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς. καὶ ἀναστὰς Μωυσῆς καὶ ᾿Ιησοῦς ὁ παρεστηκὼς αὐτῷ ἀνέβησαν εἰς τὸ ὄρος τοῦ Θεοῦ· καὶ τοῖς πρεσβυτέροις εἶπαν· ἡσυχάζετε αὐτοῦ, ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ ᾿Ααρὼν καὶ ῍Ωρ μεθ᾿ ὑμῶν· ἐάν τινι συμβῇ κρίσις, προσπορευέσθωσαν αὐτοῖς. καὶ ἀνέβη Μωυσῆς καὶ ᾿Ιησοῦς εἰς τό ὄρος, καί ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος. καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινά, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας· καὶ ἐκάλεσε Κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. τὸ δὲ εἶδος τῆς δόξης Κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν ᾿Ισραήλ. καὶ εἰσῆλθε Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. β΄, 2-3)

Τάδε λέγει Κύριος· ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ᾿ ἄκρων τῶν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ᾿ αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι· δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ᾿Ιακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μ΄, 9-11)

Ἐπ᾿ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον ἐν ἰσχύϊ τὴν φωνή σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἰπὸν ταῖς πόλεσιν Ἰούδα· ἰδοὺ ὁ Θεὸς ὑμῶν. ἰδοὺ Κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ᾿ αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ ὁ θεόκριτος Ἄθω, καὶ γλυκασμὸν προφητικῶς στάλαξον, ἐπὶ τῇ θείᾳ ἐκλογῇ σου. Ὁσίων γὰρ ἐνδιαίτημα, θεόθεν προωρίσθης, καὶ θεοφόρων Ἁγίων δῆμον, τῇ Ἐκκλησίᾳ προσήγαγες· καὶ τὰς εν σοὶ ὁσίας Μονάς, ὡς λυχνίας φαεινάς, μὴ σβεσθείσας τῇ παρόδῳ τῶν αἰώνων, εἰς φῶς ἐθνῶν προβάλλεις· ὧν ἡ Μεγίστη ἐξάρχουσα Λαύρα, ἐνιαυτῶν χιλίων περιτροπῇ, εὐχαριστίας ὕμνον Θεῷ ᾄδει, σὺν τοῖς λοιποῖς Σεμνείοις βοῶσα· Κύριε, πρεσβείαις τῆς Θεοτόκου, καὶ πάντων τῶν Ὁσίων, δεῖξόν μοι τὰ ἀρχαῖα ἐλέη σου, ὡς ἐλεήμων καὶ φιλάνθρωπος,

Ἦχος β΄.

Δεῦτε ἅπαντα τὰ ἔθνη, τὰ ὑπὸ μίαν Ἐκκλησίαν Ὀρθόδοξον, ἐπὶ τοῖς θείοις μεγαλείοις, εὐφρανθρῶμεν τῷ πνεύματι· ὁ Βασιλεὺς γὰρ τῶν αἰώνων, τὴν ἀρετὴν ἀμειβόμενος, τὸ περιφανὲς τοῦ Ἄθω Ὄρος, διὰ μέσου τῶν αἰώνων, ἀδιαλώβητον διέσωσεν, ὡς ποικίλης ἀρετῆς πρυτανεῖον, καὶ κῆπον εὐανθῆ, τῆς ἐν Χριστῷ φιλοσοφίας· οἱ πεποιθότες γὰρ ἐπὶ Κύριον, οὐ σαλευθήσονται εἰς τὸν αἰῶνα. Ἀλλ’ ἐπίβλεψον ἐξ οὐρανοῦ Κύριε, ἐπὶ τὴν νοητὴν ταύτην ἄμπελον, ὡς ἂν μὴ παύσῃ καρποφοροῦσα, βότρυας ζωῆς, πρὸς δόξαν τοῦ σοῦ ὀνόματος, ἀπ’ ἄκρων γῆς, ἕως ἄκρων οἰκουμένης.

Ἦχος γ΄.

Οἱ τοῦ Ἄθω Ὅσιοι, οἱ διαφόροις χρόνοις ἐκλάμψαντες, καὶ παντοδαποῦς πολιτείας ἰδέαις, Θεῷ εὐαρεστήσαντες· οἱ ἐνθέων πράξεων, οὐρανομήκεις στῦλοι, καὶ δοχεῖα πάγχρυσα, τῶν δωρεῶν τοῦ Πνεύματος, ἐν Κυρίῳ χαίρετε, ἐπὶ τῇ τελουμένῃ πανηγύρει, ἐν τῶδε Ὄρει ἡμῶν· Ἀθανάσιος γὰρ ὁ Ὅσιος, ἐκ τῆς θείας αὐτοῦ Λαύρας ἀνίσχων, συνανίσχοντας ὑμᾶς ἔχει, καὶ κοινωνοῦντας τῆς χαρᾶς, καὶ τῶν ὕμνων πρὸς Θεόν· ὅτι ἐτῶν χιλιάς, πολλῷ πλέον ἐλάμπρυνε, τῶν πόνων ὑμῶν τὸ δόκιμον· καὶ τρανῶς πάντες παιδεύονται, ὅτι δυνατωτέρα παντός ἐστιν ἡ εὐσέβεια. Διὸ καὶ ἡμεῖς βοήσωμεν· Πατέρες Ὅσιοι, διαιωνίζει τοὺς πόνους ὑμῶν, πρεσβεύσατε Κυρίῳ, τῷ θαυμαστῶς ὑμᾶς δοξάσαντι.

Ἦχος δ΄.

Ἅπαν ὄρος καὶ βουνὸς ἐταπεινώθη, κατὰ τὴν τοῦ Προφήτου φωνήν, ἀπὸ προσώπου Θεοῦ, οἱ ἀνθιστάμενοι τῷ θείῳ θελήματι, τοῦ ἑτοιμάζοντος ἐξ ἐναντίας ὄρη, ἐν τῇ ἰσχύϊ αὐτοῦ, τοῦ εὐδοκοῦντος ἐν τοῖς ἀγαπῶσιν αὐτόν, καὶ τὸ ὄρος τοῦ Θεοῦ ὑπερύψωται, ἐν πάσῃ τῇ γῇ, ὁ Ἄθως ὁ ἐκλεκτός, ὡς τὸ πάλαι Σινᾶ, καὶ Θαβὼρ καὶ Ἑρμών· ὅτι ἐν αὐτῷ Χριστὸς ὑμνεῖται καὶ δοξάζεται, ἐν ἡμέρᾳ καῖ νυκτί, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.

Δεῦτε ἀναβῶμεν εἰς τὸ Ὄρος Κυρίου, τὸν οὐρανομήκη Ἄθω, ὃν κατειργάσατο ἁγίασμα, ἡ τοῦ Σωτῆρος πρόνοια· τῇ γὰρ ἀχράντῳ Αὐτοῦ Μητρί, πάσης γῆς ἀποσχοινίσας ἐκληρώσατο, ὡς κληρονομίαν ἐπιθυμητὴν καὶ ἁγίαν· καὶ ἐν αὐτῷ ἑστῶτες, ὄμμασι νοὸς κατίδωμεν, τὴν τῶν Ἀγγέλων Ἄνασσαν, πλουτοποιοὺς δωρεὰς νέμουσαν, τοῖς ἐν αὐτῷ οἰκοῦσιν ὡς ὑπέσχετο· ὅτι τῇ κραταιᾷ αὐτῆς σκέπῃ, πάντων κατισχύει, καὶ διαύλους αἰώνων διανύει, καὶ ἐπ’ αἰῶνα καὶ ἔτι, οὐ μὴ σαλευθήσεται.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίρει, τὸ μέγα Ὄρος ἁγνή, καὶ περιβόητον ἐν πάσι τοῖς ὄρεσιν, ὁ Ἄθως τῇ ἀρωγῇ σου, καὶ προστασίᾳ θερμῇ, καὶ ταῖς καθ’ ἑκάστην ἀντιλήψεσιν, ὑφ’ ὧν κυβερνώμενος, ὥσπερ στῦλος ἀσάλευτος, βίου ὁσίου, καὶ δογμάτων ὀρθότητος, ἐν ἑλίξεσι, τῶν αἰώνων τετήρηται· ὅθεν εὐχαριστήριον, ᾠδὴν ἀναμέλπει σοι, τὴν τῶν ἐτῶν χιλιάδα, ἀποπληρώσας σῇ χάριτι. Ἀλλὰ καὶ μελλόντων, τοῦτο λύτρωσαι κινδύνων, τῇ σῇ χρηστότητι.

Στ.: Τὸ ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.

Δεῦρο, ἡ Ἐκκλησία Χριστοῦ, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα, ἐν Ἄθῳ Ὄρει Ἁγίῳ, ἔνθα φωτὸς θεϊκοῦ, ἐπὶ πλεῖον φαίνει ἡ ἐπίλαμψις, καὶ ἴδε καὶ ὕμνησον, τῆς ὁσίας ἀσκήσεως, τῆς δι’ αἰώνων, ἐν αὐτῷ τὴν ἐπίδοσιν, καὶ τὰς χάριτας, καὶ ἐπάθλων τὴν ἔλλαμψιν· τούτων δὲ νόμος ἔμπρακτος, προέχει ἐν Πνεύματι, Ἀθανασίου ἡ Λαύρα, ὡς ἀρετῆς γυμναστήριον· καὶ βίου ὁσίου, ἐν αὐτῷ τὰς ἀναβάσεις, πάντες διδάχθητε.

Στ.: Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον.

Χαίροις, ὁ τῶν Ὁσίων χορός, οἱ ἐν τῷ Ἄθῳ ἀπ’ αἰῶνος ἀσκήσαντες, δομήτορες θεοφόροι, ἁγιωνύμων Μονῶν, ἀσκητῶν χορεία θεοδόξαστε, γνωστοὶ καὶ ἀνώνυμοι, καὶ ἐξ ὕψους προσέλθετε, τῷδε τῷ Ὄρει, ὃ ὑμεῖς ἡγιάσατε, χαριστήριον, Θεῷ αἶνον προσάδοντες, ἅμα σὺν τοῖς οἰκήτορσιν, αὐτοῦ καὶ συμπάσῃ τε, τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ· ὅτι ἐτῶν περιέλευσις, χιλίων τοὺς πόνους, ὑμῶν ὄντως λαμπροτέρους, τῶ κόσμῳ δείκνυσι.

Δόξα. Ἦχος πλ. δ΄.

Ὡς θαυμαστή σου ἡ πρόνοια, ἣν διὰ μέσου τῶν αἰώνων, περὶ τὸ Ὄρος τῆς κληρονομίας σου, δεικνύεις πανάχραντε! Πολλαχῶς καὶ πολυτρόπως γάρ, τὰς σὰς ἐπαγγελίας, ἃς τῷ Ὁσίῳ ἀπεφήνω Πέτρῳ, ὁρῶμεν ἐκπληρουμένας, οἱ τῇ σῇ σκέπῃ τὰς ἐλπίδας ἀναθέμενοι· καὶ ἐν χιλίοις ἔτεσιν, ἐν τῷ πελάγει τῶν δεινῶν, τῇ σῇ χειρὶ κυβερνηθέντες, βοῶμέν σοι Δέσποινα· μὴ ἀντανέλῃς τὴν ἀρωγήν σου, ἐκ τοῦ ὄρους σου Κόρη, ὅτι τῇ σῇ προστασίᾳ, ἐν ἡμέρᾳ καὶ νυκτὸ προστρέχομεν.

Καὶ νῦν. Θεοτοκίον ἢ τὸ τῆς τυχούσης Ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὁ Ἄθως ὃς κέκληται Ἅγιον Ὄρος ἁγνή, ἀκλύστως διέπλευσε τῇ κυβερνήσει τῇ σῇ, αἰώνων τὸ πέλαγος· ἔνθεν τὴν χιλιάδα, τῶν ἐτῶν διανύσας, ὕμνον εὐχαριστίας, σοὶ προσάδει κραυγάζων· ἄχρι τερμάτων αἰῶνος, σκέπε με Δέσποινα.

Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἡ Λαύρα ἡ Μέγιστη ἡ ἐν Ἄθῳ περίδοξος, τὸν χιλιετῆ αὐτῆς βίον, ἐν Κυρίῳ ἀνύσασα, γεραίρει τὴν Μητέρα τοῦ Θεοῦ, ὁμοῦ καὶ τὸν Δομήτορα αὐτῆς, Ἀθανάσιον τὸν Ὅσιον καὶ βοᾷ, ἐν εὐχαρίστῳ στόματι· δόξα τῇ σῇ προνοίᾳ ἀγαθέ, δόξα τῇ σῇ χρηστότητι, δόξα τῷ πορὸς ἡμᾶς σου εὐσπλάγχνῳ βουλήματι.

Καὶ νῦν. Θεοτοκίον ἢ τὸ τῆς τυχούσης Ἑορτῆς.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὸ Ὄρος τοῦ Θεοῦ, ὁ περίβλεπτος Ἄθως, ἀγάλλου μυστικῶς, καὶ ἣν ἔσχηκας χάριν, θεόθεν κόσμῳ κήρυξοιν, ἐν εὐσήμῳ σου στόματι· ὅτι χίλια, ἤδη παρέδραμον ἔτη, καὶ ἐν ἅπασι, τοῖς ἐν αὐτοῖς ἐπελθοῦσιν, οὐδόλως σεσάλευσαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὡς κλῆρον ἱερόν, καὶ μερίδαν ἁγίαν, καὶ σχοίνισμα σεπτόν, ὥς φησιν ὁ Προφήτης, τοῦ Ἄθω Κόρη εἴληφας, ἐκ χειρὸς τοῦ ἐκλάμψαντος, ἐκ νηδύος σου, διὰ πολλὴν εὐσπλαγχνίαν· ὃν περίεπε, ἐναντιότητος πάσης, τῇ σῇ ἀγαθότητι.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Εὐκληματοῦσα ὥσπερ ἄμπελος ὤφθη, Ἀθανασίου τοῦ Ὁσίου ἡ Λαύρα, ἐν ταῖς Μοναῖς τοῦ Ἄθω ὡς πρωτεύουσα, ἐν χιλίοις ἔτεσι, τῇ Χριστοῦ Ἐκκλησίᾳ, πλείστους προσενέγκασα, τοὺς καρποὺς ἐν Κυρίῳ· ᾗ προσελθόντες εἴπωμεν Θεῷ· δόξα Οἰκτίρμον, τῇ θείᾳ προνοίᾳ σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὰς ὑποσχέσεις σου κατέχοντες Κόρη, οἱ ἐν τῷ Ἄθῳ θεοφόροι Πατέρες, περιφανῶς Κυρίῳ εὐηρέστησαν· νῦν δὲ ἐπαγάλλονται, σὺν ἡμῖν ἀνυμνοῦντες, εὐχαρίστοις ᾄσμασι, σῆς εὐνοίας τὸν πλοῦτον, ὃν ἐν ἑλίξει ἔδειξας ἁγνή, ἐτῶν χιλίων, ἐν τούτῳ λαμπρότατα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῆς λαμπρᾶς σου προνοίας Κόρη τὸ μέγεθος, ὅ ἐν ἐτῶν περιόδοις καὶ συστροφαῖς χαλεπαῖς, ἐνεδείξω δαψιλῶς περὶ τὸ Ὄρος σου, μεγαλύνομεν φαιδρῶς, καὶ βοῶμέν σοι πιστῶς· ποικίλων πειρατηρίων, καὶ γενεαῖς ταῖς μελλούσαις, τοῦτο διάσωζε ἀπήμαντον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οἱ ἐν Ὄρει τοῦ Ἄθω πάντες ἀσκήσαντες, ἐν Κοινοβίοις καὶ Σκήταις καὶ ἡσυχίᾳ πολλῇ, οἱ ἐνθέων ἀρετῶν στῦλοι πυρίμορφοι, τῇ Παρθένῳ καὶ Μητρί, ὡς προστάτιδι ἡμῶν, βοήσατε ὁμοφώνως· σκέπε ἀεὶ Θεοτόκε, τοῦτο τὸ Ὄρος ὃ προέκρινας.

Τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τὸ ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.

Στ.: Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον.

Εὐαγγέλιον, κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ὁ ἀκούων ὑμῶν Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Σήμερον ὁ Ἁγιώνυμος Ἄθως, θυσίαν αἰνέσεως Θεῶ ἀναφέρει· ὅτι θείᾳ ἐκλογῇ ἐτιμήθη, καὶ Ὁσίων ἐνδιαίτημα ἐγένετο, καὶ κιβωτὸς ἁγία ὤφθη, τῶν ἱερῶν παραδόσεων, καὶ θεοπαραδότων τῆς Ὀρθοδοξίας θεσμῶν καὶ δογμάτων· ἐνιαυτῶν θάλλων περιτροπαῖς, πάντων τῶν δεινῶν περιγίνεται, τῇ θείᾳ προμηθείᾳ· καὶ χιλιὰς ἐτῶν διελθοῦσα, ὡς ἡμέρα μία κατὰ Δαβίδ, τῆς ἐν αὐτῷ ἀρετῆς, τὴν ἰσχὺν ἐκφαίνει, πρὸς δόξαν Χριστοῦ, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἄθως, κλέος Ἐκκλησίας πέλει. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ἁγίων τὸ σύστημα, τῶν ἀσκησάντων ἐν Ἄθωνι, ἀπαύστως ἱκέτευε, ὑπὲρ τοῦ Ὄρους ὑμῶν, ὅπως ἤνυσεν, ἐτῶν τὴν χιλιάδα, τελέσαι ἐν χάριτι, χρόνον τὸν μέλλοντα.

Θεοῦ ὄρος ἅγιον, καὶ κλῆρος ὤφθη ἀπόλεκτος, τῆς μόνης Θεόπαιδος, ὁ Ἄθως πρόπαλαι, καὶ τῇ χάριτι, αὐτῆς διαιωνίζει, ὡς κῆπος πανεύοσμος, βίου λαμπρότητος.

Ὡς νύμφη περίδοξος, ἐν ταῖς Μοναῖς ταῖς τοῦ Ἄθωνος, ἡ Λαύρα προέχουσα, βίον χιλίων ἐτῶν, ἤδη φέρουσα, καλεῖ Θεοῦ πρὸς ὕμνον, πιστῶν τὰ συστήματα, δεῦτε συνδράμωμεν.

Θεοτοκίον.

Συμμάχει ἑκάστοτε, ὡς ἐπηγγείλω πανάμωμε, κατὰ τοῦ ἀλάστορος, καὶ ἀοράτου ἐχθροῦ, τοῖς τῷ Ὄρει σου, ἀσκοῦσι θεοφρόνως, καὶ τούτοις πρυτάνευε, σθένος ἀήττητον.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Καιρῶν καὶ αἰώνων αἱ ἑλίξεις, καὶ πλείστων ἐθνῶν ἐπιδρομαί, οὐδόλως ἐλυμήναντο, Ἄθω τὸ ἁγιώνυμον, ἡ τοῦ Θεοῦ γὰρ δύναμις, ἐν τούτῳ ξένα εἰργάσατο.

Λαμπρὰ ἐν Μοναῖς τοῦ Ἄθω ὤφθη, ἡ Λαύρα ὡς πρώτη ἁπασῶν, δομήτορα γὰρ ἔσχηκε, τὸν μέγαν Ἀθανάσιον· διὸ καὶ χαριστήριον, Θεῷ προσάγει ἐφύμνιον.

Ἐπήρθη ἡ δόξα ἡ τοῦ Ἄθω, καὶ τούτου σκιὰ ἡ νοητή, κατὰ τὸν Προφητάνακτα, ἡ ἐν αὐτῷ σκιάζουσα, χάρις τοῦ θείου Πνεύματος, πᾶσαν τὴν γῆν κατεκάλυψε.

Θεοτοκίον.

Ὀρέων ὑπέρτερον ἁπάντων, ἐδείχθη τὸ Ὄρος σου ἁγνή, κατὰ τὴν σὴν ὑπόσχεσιν, ὅτι τῇ προμηθείᾳ σου, εὐπλόως διεπέρασεν, ἐτῶν χιλίων τὸ πέλαγος.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἡ χάρις ἡ ἔνθεος τῆς Θεοτόκου Μητρός, ἐν Ἄθῳ ἐκλάμπουσα πρὸς ἑορτίους ᾠδάς, τοὺς πάντας ἐκάλεσε· δεῦτε ᾄσωμεν πάντες, τῷ Χριστῷ καινὸν ᾆσμα, πίστει ἀναβοῶντες· τῆς Μητρός σου πρεσβείαις, τοῦτο τὸ Ὄρος Σῶτερ, διάσωζε πρὸς δόξαν σου.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Σύμπασα ἡ Ἐκκλησία, ἡ Ὀρθόδοξος τέρπεται, τοῦ Ἁγίου Ὄρους, βλέπουσα τὴν δόξαν τὴν ἄῤῥητον, ὅτι ἀκρόπολιν τοῦτο βίου κρείττονος, ὄντως κέκτηται, καὶ προμαχῶνα ἀτίνακτον.

Ἐρημῖται θεοφόροι, ἀσκηταὶ θεοδόξαστοι, μοναστῶν Ὁσίων, ὅμιλος ὁ θεῖος καὶ πάνεσεπτος, ἀεὶ ἀκμάζειν ὡς πάλαι ἱκετεύσατε, τὸ σεπτὸν ὑμῶν, Ὄρος τοῦ Ἄθω δεόμεθα.

Κοινοβίων ἀρχηγέτα, Ἀθανάσιε Ὅσιε, αὖθις ἐκ τῆς Λαύρας, πᾶσι τὴν φωνήν σου  ἀκούτισον, δεῦτε ὦ τέκνα κραυγάζων καὶ διδάχθητε, ἃ παρέδωκα, ὑμῖν ἐν λόγοις καὶ πράξεσι.

Θεοτοκίον.

Κῆπον ὥσπερ εὐανθοῦντα, τὸν σὸν κλῆρον τὸν ἅγιον, ἔδειξας Παρθένε, ὅνπερ κατειργάσω ἁγίασμα, ἁγιωτάτης ἀσκήσεως τοῖς σκάμμασιν· ὃν καὶ φύλαττε, διὰ παντὸς ἀνεπίβουλον.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Λεόντων ὁρμήματα, τῶν λογικῶν ἐθρύβησαν, καὶ τῶν τὰ κακὰ τεκταινομένων, κατὰ τοῦ Ἄθω αἱ μανιώδεις βουλαί, καὶ οὗτος τῇ χάριτι Χριστοῦ, σκεπασθεὶς διήνυσεν, ἀβλαβὴς ἔτη χίλια.

Ἡγιάσας Δέσποινα, τὸ Ὄρος τὸ τοῦ Ἄθωνος, δωρεαῖς τῆς σῆς ἐπαγγελίας· ὅθεν ἐν τούτῳ Ἁγίων σύστημα, ἀνωνύμων ἅμα καὶ γνωστῶν, ἔλαμψαν τοῖς πέρασιν, ὥσπερ ἄστρα πολύφωτα.

Σιὼν ὄρος ἅγιον, καθάπερ ἀναδέδεικται, τῆς Ὀρθοδοξίας τὴν κρηπίδα, ἀεὶ στηρίζων ὁ Ἄθως ὁ εὐαγής, ἥτις ἑορτάζει ἐν χαρᾷ, αὐτοῦ τὴν ἐν Πνεύματι, καρποφόρον περίοδον.

Θεοτοκίον.

Ἰσχὺν καὶ ὀχύρωμα, τὴν θείαν προστασίαν σου, Κόρη ὁ σὸς κλῆρος κεκτημένος, τῶν ἐναντίων κατακρατεῖ ἐν παντί, καὶ τῶν δυσμενῶν ἐπιβουλῶν, διαλύει πάντοτε, ὡς ἀφρὸν τὰ βουλεύματα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ἀγαλλιῶνται ἐν Πνεύματι, αἱ σύμπασαι Μοναὶ αἱ τοῦ Ἄθωνος, τὴν Λαύραν βλέπουσαι, ἐτῶν χιλίων περίοδον, πληρώσασαν δοκίμως, ἐνθέοις πράξεσι.

Σύμπας χορὸς ἐπευφράνθητι, Πατέρων τῶν Ὁσίων τοῦ Ἄθωνος, τοῦτο θεώμενοι, χιλιετῆ βίον ἅγιον, τελέσας ἐν δυνάμει, Ἁγίου Πνεύματος.

Πεπυκασμένον ταῖς χάρισι, ζωῆς τῆς ἰσαγγέλου καὶ κρείττονος, Ὄρος τοῦ Ἄθωνος, τῇ Ἐκκλησίᾳ ὡς γέγραπται, τὸν γλυκασμὸν σταλάζει, τοῦ θείου Πνεύματος.

Θεοτοκίον.

Ἐν σοὶ Παρθένε ἀγάλλεται, καὶ χαίρει ἑορτὴν ἄγον εὔσημον, τὸ θεῖον Ὄρος σου, διαδραμὸν ἔτη χίλια, καὶ κόσμῳ ἀναδεῖξαν, Ἁγίων σύλλογον.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ὁ δοξασθεὶς ἐν ἐκλογῇ θεοκρίτῳ, ὡς τὸ Σινᾶ καὶ τὸ Θαβώριον ὄρος, τῇ γῇ πάσῃ προβάλλεται ὁ Ἄθως ὁ σεπτός· δεῦτε καὶ προσέλθωμεν, ἐν αὐτῷ θεοφρόνως, καὶ ζωῆς διδάγματα, διδαχθῶμεν ὁσίας· ὄτι Θεῷ λαμπρῶς καρποφορεῖ, ἐτῶν χιλίων, ἀσκήσεως στάχυας.

Ὁ Οἶκος.

Ὅτε τὰ ἔθνη ὁ Θεός, ἐμέριζε Παρθένε, ὥσπερ φησὶν ὁ Μωϋσῆς, τότε σοι δέδωκεν ἁγνή, οἷάπερ κλῆρον ἐκλεκτόν, καὶ σχοίνισμα θείας βουλῆς, τὸ ὄρος τὸ περιφανές, τοῦ Ἄθω Θεοτόκε· ἐν αὐτῷ γὰρ ἐξέχεας, ἐξαιρέτῳ τρόπῳ τὸν πλοῦτον τῶν ἐπαγγελιῶν σου, ὡς τῷ Ὁσίῳ ἔφης Πέτρῳ, καὶ τοῦτο νοητὸν ἁγίασμα κατειργάσω, καὶ λειμῶνα ἀρετῆς εὐωδέστατον, καὶ τῆς ὁσίας φιλοσοφίας μέγα παιδευτήριον· ὅτι ἐν αὐτῷ πλήθη ὁσίων ἀνδρῶν, καὶ θεοφόρων Πατέρων, καὶ θεοειδῶν ἀσκητῶν, τὸν σὸν Υἱὸν ἐδόξασαν καὶ ἱερὰς Μονάς, καὶ εὐαγῆ Σεμνεῖα ἀνήγειραν· ὧν πασῶν ὡς βασιλὶς προέχει, ἡ τοῦ Ἀθανασίου τοῦ πάνυ περίπτυστος Λαύρα. Ταύτης οὖν ἐν χαρᾷ, καὶ σὺν αὐτῇ σύμπαντος τοῦ Ὄρους σου, τὴν διὰ μέσου τῶν αἰώνων, ἐν Χριστῷ ὁσίαν πορείαν, χαρμοσύνως αἰνοῦντές σε, εὐγνωμόνως ἑορτάζομεν· ὅτι Θεῷ λαμπρῶς καρποφορεῖ, ἐτῶν χιλίων, ἀσκήσεως στάχυας.

Συναξάριον.

Πρῶτον τὸ τῆς ἡμέρας καὶ εἶτα τὸ ἑξῆς:

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν τοῦ Ἁγιωνύμου Ὄρους Ἄθω χιλιετηρίδα ἑορτάζομεν, καθ’ ἥν, τῇ τῆς Θεοτόκου ἀρωγῇ καὶ κραταιᾷ προστασίᾳ, καὶ τῇ τῶν ἐν αὐτῷ Ὁσίων Πατέρων πρεσβείᾳ, κατίσχυσε πασῶν τῶν δυσχερειῶν καὶ λοιπῶν ἐπελθουσῶν συμφορῶν καὶ θλίψεων, καὶ πλείστους καρποὺς τῇ Ἁγίᾳ τοῦ Χριστοῦ Ἐκκλησία προσήγαγε.

Ἐτῶν χιλίων ἀνύσας Ἄθως βίον,

πρὸς τὸ μέλλον ἤδη ἐν Κυρίῳ σπεύδει.

Ταῖς τῆς Ἀχράντου Μητρὸς πρεσβείαις Χριστὲ ὁ Θεός, καὶ τῶν Ὁσίων ἡμῶν Πατέρων, τοῦτο τὸ Ὄρος σκέπε καὶ διαφύλαττε ἐκ πάσης ἐπιβουλῆς, ἄχρι τερμάτων αἰῶνος, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Λαμπρυνόμενοι τῇ αἴγλῃ τῇ τοῦ Πνεύματος, Πατέρες Ὅσιοι, ἐξ οὐρανίων μονῶν, ἀΰλως προσέλθετε, ἡμῖν συμψάλλοντες· χαῖρε Δέσποινα, τοῦ Ἄθω ἡ ἀντίληψις, καὶ βεβαία προστασία.

Ἐπαγάλλεσθε τῇ Λαύρᾳ συνομαίμονες Μοναὶ τοῦ Ἄθωνος, ἐν εὐφροσύνῃ πολλῇ, καὶ ταύτης τὸν κτίτορα, ὑμῶν δὲν πρώταρχον, Ἀθανάσιον, τῇ τελουμένῃ σήμερον, πανηγύρει ἀνυμνεῖτε.

Ἴδε Κύριε ἐξ οὐρανοῦ ὡς εὔσπλαγχνος ἐπὶ τὴν ἄμπελον, ταύτην Χριστὲ τὴν σεπτήν, τὸ Ὄρος τοῦ Ἄθωνος, ὃ κατεφύτευσεν, ὁ βραχίων σου, καὶ δίδου τούτῳ Δέσποτα, τὸ σὸν ἔλεος εἰς τέλος.

Θεοτοκίον.

Γνόντες Δέσποινα οἱ μονασταὶ τοῦ Ἄθωνος, τὴν σὴν ἀντίληψιν, ἐν τεκμηρίοις πολλοῖς, πρὸς σὲ φωνὴν αἴρομεν, καὶ ἐκβοῶμέν σοι· σκέπε πάντοτε, τὸν κλῆρόν σου Παντάνασσα, ἄχρι τέρματος αἰῶνος.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ἔλαμψαν εἰς σύμπαντα τὸν κόσμον, ἐξ Ἄθω αἱ ἀρεταὶ καὶ τὰ χαρίσματα, τῶν ἐν τούτῳ ἄμεμπτον, τελεσάντων ἄσκησιν· ἐντεῦθεν πλεῖστοι χαίροντες τούτῳ προσέδραμον, Χριστοῦ, τῆς Ἐκκλησίας τὴν νίκην, τὴν ἐν τοῖς Ὁσίοις, θαυμάζοντες Πατράσι.

Ῥάβδῳ τῆς σοφῆς σου ποιμανσίας, Πατὴρ ἡμῶν θεοφόρε Ἀθανάσιε, οὐ μόνον τὴν Λαύραν σου, ἀλλὰ καὶ τὸν σύμπαντα, Ἄθω ὡς ἐνθέωτατος Θεῷ κυβέρνησον, ὡς ἄν, πρὸς καινὰς τρίβους χωρήσει, ἐκ τῆς παρλεθούσης, χιλιετοῦς πορείας.

Ἅπαντες Πατέρες θεοφόροι, τὸν Ἄθω οἱ ἁγιάσαντες τοῖς σκάμμασι, Παῦλε Διονύσιε, Σίμων καὶ Γρηγόριε, Εὐθύμιε καὶ Μάξιμε καὶ Νήφων Ὅσιε, καὶ Ῥῆτορ, Διονύσιε θεῖε, σὺν τοῖς πᾶσιν ἡμᾶς περιφρουρεῖτε.

Θεοτοκίον.

Σκέπη καὶ ἀντίληψις ὑπάρχεις, καὶ ἔφορος ἰατρός τε καὶ διδάσκαλος, τῶν πρακτέων Δέσποινα, τῶν οἰκούντων ἄχραντε, ἐν τῷ Ἁγίῳ κλήρῳ σου, ἡμᾶς διδάσκουσα, τὰ κρείττονα, καὶ πᾶσι διδοῦσα, ψυχῶν καὶ σωμάτων, ταχεῖαν θεραπείαν.

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ἴθυνον Χριστέ, Μητρὸς τῆς ἀχράντου σου ταῖς παρακλήσεσιν, Ὄρος τὸ τοῦ Ἄθωνος, πρὸς ἀσφαλείας λιμένα ἄκλυστον, ὡς τοῦτο πάλαι Δέσποτα χιλίοις ἔτεσιν, ἀκυμάντως, Σῶτερ ἐκυβέρνησας, τρικυμίαις τοῦ βίου καὶ θλίψεσι.

Μῆτερ τοῦ Θεοῦ, Παρθένε πανύμνητε Ἄθω ἡ ἔφορος, ὡς κληρονομίαν σου, ἀνακειμένην ἀεὶ τῇ σκέῃ σου, τοῦτον καθὰ ἐν ἔτεσιν χιλίοις ἔσωσας, οὕτως Κόρη, καὶ μελλόντων λύτρωσαι, πειρασμῶν καὶ δεινῶν περιστάσεων.

Ὅμιλε κλεινέ, Ὁσίων τοῦ Ἄθωνος Χριστοῦ θεράποντες, καὶ πάντων ὁ πρόκριτος, ἡμῶν πατὴρ δὲ ὦ Ἀθανάσιε, διὰ παντὸς πρεσβεύετε τῷ πανοικτίρμονι, περισκέπειν, εἰς αἰῶνας ἅπαντας, τὸ παρὸν ὑμῶν Ὄρος τὸ Ἅγιον.

Θεοτοκίον.

Ὕπερθεν ἁγνή, τοῦ κλήρου σου πέτασον τὴν θείαν σκέπην σου, καὶ τοῦτον συνάγαγε, ὑπὸ τὸ θάλπος τῆς προμηθείας σου, ὡς ὄρνις ἡ συνάγουσα ὑπὸ τὰς πτέρυγας, τὰ νοσσία, ἑαυτῆς καὶ φύλαττε, τῶν βελῶν ἡμᾶς Κόρη τοῦ ὄφεως.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τὴν χιλιάδα Σῶτερ, διαπεράσαν τῶν ἐτῶν, Ἄθω τὸ μέγα Ὄρος, ὡς πρυτανεῖον ἀρετῆς, ἐπιβοᾶται ἀξίως, ἐπὶ τὸ μέλλον βαδίσαι.

Θεοτοκίον.

Τὸν σὸν Υἱὸν Παρθένε, ὡς τῶν αἰώνων Ποιητήν, καὶ Κύριον τῶν ἁπάντων, τῇ μητρικῇ σου πρὸς αὐτόν, ἱκέτευε παῤῥησίᾳ, ὑπὲρ τοῦ κλήρου σου τούτου.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Ἀγαλλιάσθω ὁ Ἄθως τὸ μέγα Ὄρος Θεοῦ, ὡς τῆς ἁγνῆς Παρθένου, θεοδώρητος κλῆρος, καὶ ᾆσμα προσαδέτω ἤδη καινόν, τῷ Κυρίῳ ὡς γέγραπται, τῷ ἐν παρόδῳ χιλίων ἐτῶν, τοῦτον διασώσαντι ἀλώβητον.

Ἀθανασίου ἡ Λαύρα τοῦ θεοφόρου Πατρός, ἡ ἐν Μοναῖς μεγίστη, ταῖς ἐν Ὄρει τοῦ Ἄθω, χιλιετῆ πορείαν τῆς ἐν Χριστῷ, πολιτείας ἀνύσασα, χαῖρε καὶ σκίρτα ὡς ἄμπελος ἐν Θεῷ, μυστικὴ εὐκληματήσασα.

Εὐχαριστήριον ᾆσμα Παρθένε ἄδομεν, οἱ μονασταὶ τοῦ Ἄθω, τῇ λαμπρᾷ σου προνοίᾳ, σὺν πάσῃ Ἐκκλησίᾳ τῇ τοῦ Χριστοῦ, καὶ πιστῶς ἐκβοῶμέν σοι· καὶ πρὸς τὸ μέλλον ὁδεύειν ἡμᾶς καλῶς, Θεοτόκε ἐνδυνάμωσον.

Τῶν ἐν τῷ Ἄθῳ Ὁσίων ὁ θεοφόρος χορός, οἱ ἀπ’ αἰῶνος πάντες, ἐν αὐτῷ ἠσκηκότες, δεήσεις καὶ πρεσβείας διηνεκεῖς, τῷ Θεῷ προσαγάγετε, ὡς ἂν ἀκύμαντον μένει διὰ παντός, τὸ παρὸν Ὄρος τὸ Ἅγιον.

Δόξα. Ἦχος πλ. α΄.

Ὡς τῶν ἁπάντων Ποιητής, Βασιλεῦ τῶν αἰώνων, πάντα ἐν σοφίᾳ ποιεῖς καὶ διεξάγεις· διὸ καὶ ἐν ἀπείρῳ ἐλέει, τῇ σῇ Μητρὶ κατεκληρώσω, τὸ τοῦ Ἄθω Ὄρος, ὡς ηὐδόκησας οἰκτίρμον, εἰς ἀρετῆς παιδευτήριον, καὶ στῦλον καὶ ἑδραίωμα, τῆς σεπτῆς Ἐκκλησίας σου· καὶ ἐν ἐτῶν χιλίων περιελεύσει, τοῦτο δοξάζεις, εἰς δόξαν καὶ ἔπαινον, τοῦ σοῦ ἁγίου ὀνόματος· διὸ δυσωποῦμέν σε· ταῖς τῆς Μητρός σου πρεσβείαις, καὶ τῶν ἐν αὐτῷ Ὁσίων σου, δίδου αὐτῷ ὡς πάλαι, καὶ νῦν τὰ ἐλέη σου.

Καὶ νῦν. Θεοτοκίον ἢ τὸ τῆς τυχούσης Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ.

Ἀπόστολος.

Προκείμενον. Ἦχος γ΄: Ψάλατε τῷ Θεῷ ἡμῶν ψάλατε...

Στ.: Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας...

Πρὸς Θεσσαλονικεῖς Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (Κεφ. β΄, 13): Ἀδελφοί, ἡμεῖς ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ... (Ζήτει τῇ Πέμπτῃ τῆς κε΄ ἑβδομάδος)

Εὐαγγέλιον κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου... (Ζήτει τῇ 18ῃ Ἰανουαρίου)

Κοινωνικόν: Ἀγαλλιάσθε δίκαιοι ἐν Κυρίῳ...

Μεγαλυνάριον.

Ἄθως ὁ περίβλεπτος καὶ σεπτός, εὐγνωμόνως ᾆδει, τῷ Σωτῆρι ᾆσμα καινόν· ὅτι διὰ μέσου, αἰώνων ἀχειμάστως, διῆλθε καὶ τῷ κόσμῳ, ὡς φῶς προβάλλεται.

http://periagiouorous.blogspot.gr

  

Σχετικά:

Ο εορτασμός της Χιλιετούς πορείας του Κοινοβιακού Μοναστηριακού πολιτεύματος στο Άγιο Όρος

7749 - Αφιέρωμα στην χιλιετηρίδα του Αγίου Όρους
agioritikesmnimes
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ