2017-10-25 16:38:33
Φωτογραφία για «Άγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος»
Ἀπολυτίκιον 

Ἦχος γ’.

Μέγαν εὕρατο ἐv τοῖς κιvδύvοις, σὲ ὑπέρμαχοv, ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύvας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον

Ἦχος β’. Αὐτόμελον.

Τοῖς τῶv ἰαμάτωv σου ῥείθροις Δημήτριε, τὴv Ἐκκλησίαν Θεὸς ἐπορφύρωσεv, ὁ δούς σοι τὸ κράτος ἀήττητοv, καὶ περιέπωv τὴν πόλιv σου ἄτρωτοv· αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.

Κάθισμα

Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.

Εὐσεβείας τοῖς τρόποις καταπλουτῶν, ἀσεβείας τὴν πλάνην καταβαλών, Μάρτυς κατεπάτησας, τῶν τυράννων τὰ θράση, καὶ τῷ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τῶν εἰδώλων τὴν πλάνην, εἰς χάος ἐβύθισας· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, ἐδέξω τὰ θαύματα, καὶ πηγάζεις ἰάματα, Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.


Ἕτερον Κάθισμα

Βασιλεῖ τῶν αἰώνων εὐαρεστῶν, βασιλέως ἀνόμου πᾶσαν βουλήν, ἐξέκλινας Ἔνδοξε, καὶ γλυπτοῖς οὐκ ἐπέθυσας· διὰ τοῦτο θῦμα, σαυτὸν προσενήνοχας, τῷ τυθέντι Λόγῳ ἀθλήσας στερρότατα· ὅθεν καὶ τῇ λόγχῃ, τὴν πλευρὰν ἐξωρύχθης, τὰ πάθη ἰώμενος, τῶν πιστῶς προσιόντων σοι, Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Μεγαλυνάριον

Τὸν μέγαν ὁπλίτην καὶ ἀθλητήν, τὸν στεφανηφόρον, καὶ ἐν μάρτυσι θαυμαστόν, τὸν λόγχῃ τρωθέντα, πλευρὰν ὡς ὁ δεσπότης, Δημήτριον τὸν θεῖον ὕμνοις τιμήσωμεν.

Ἕτερον Μεγαλυνάριον

Φύλαττε τοὺς δούλους σου ἀθλητά, μάρτυς μυροβλύτα τοὺς ὑμνοῦντάς σε εὐσεβῶς, καὶ ρῦσαι κινδύνων καὶ πάσης ἄλλης βλάβης, Δημήτριε τρισμάκαρ ταῖς ἱκεσίαις σου.
paraklisi
ΦΩΤΟΓΡΑΦΙΕΣ
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ