2018-08-05 17:39:24
Ὕμνος ρκς΄
Εἰς τὴν χαριτώσασαν τὴν εὐλογίαν τοῖς ἀνθρώποις
Εὐλογημένη Σύ, Θεοχαρίτωτε,
ἀνθρώποις εὐλογίαν χαριτώσασα,
Χριστὸν σὺν τοῖς ἀγγέλοις καθικέτευε
ἐλεηθῆναι, κόρη, τὰς ψυχὰς ἡμῶν.
Τῶν προφητῶν Σε πάλαι, κόρη, ὁ χορὸς
κατάσκιόν Σε ὄρος ἀπεκάλεσεν
καὶ πύλην κεκλεισμένην ἀδιόδευτον
καὶ ράβδον Ἀαρὼν ἄνθος βλαστήσασαν.
Ὄμβρον ἡ δεξαμένη ἐπουράνιον
σὺν Ἀποστόλοις Τοῦτον καθικέτευε
τοὺς ὄμβρους στῆσαι, Κόρη, τῶν παθῶν
καὶ πέλαγος ξηρᾶναι τῶν ἁμαρτιῶν.
Ἐκ δεξιῶν παρέστης ὡς Βασίλισσα
χρυσέοις κροσσωτοῖς, Θεοχαρίτωτε,
πεποικιλμένη ἀρετῶν ταῖς χάρισι,
Χριστὸν τὸν Βασιλέα ἡ κυήσασα.
Ὡς κιβωτὸς τοῦ θείου ἁγιάσματος
ἁγίασόν μου τὴν ψυχὴν καὶ τὴν διάνοιαν
καὶ τὴν καρδίαν, Κόρη, φωταγώγησον
καὶ φωτεινόν με, ἱκετεύω, ποίησον.
Ἁγία Θεοτόκε, Σὺ βοήθει μοι
ἀεὶ βυθιζομένῳ ἐν ταῖς ἡδοναῖς,
ἐν ραθυμίαις κλίνῃ ἐρριμμένῳ μοι
καὶ στένοντι, Παρθένε νύμφη Πάναγνε.
Θεοχαρίτωτε Παρθένε Πάνσεμνε,
περιοχήν Σε ἔσχεν ὁ ἀχώρητος
καὶ ἀπερίγραπτος Θεός, ὁ ὑπερούσιος,
καὶ πλατυτέραν οὐρανῶν ἀνέδειξε.
Ἁγίου Νεκταρίου, «Θεοτοκάριον».
Πηγή
paraklisi
Εἰς τὴν χαριτώσασαν τὴν εὐλογίαν τοῖς ἀνθρώποις
Εὐλογημένη Σύ, Θεοχαρίτωτε,
ἀνθρώποις εὐλογίαν χαριτώσασα,
Χριστὸν σὺν τοῖς ἀγγέλοις καθικέτευε
ἐλεηθῆναι, κόρη, τὰς ψυχὰς ἡμῶν.
Τῶν προφητῶν Σε πάλαι, κόρη, ὁ χορὸς
κατάσκιόν Σε ὄρος ἀπεκάλεσεν
καὶ πύλην κεκλεισμένην ἀδιόδευτον
καὶ ράβδον Ἀαρὼν ἄνθος βλαστήσασαν.
Ὄμβρον ἡ δεξαμένη ἐπουράνιον
σὺν Ἀποστόλοις Τοῦτον καθικέτευε
τοὺς ὄμβρους στῆσαι, Κόρη, τῶν παθῶν
καὶ πέλαγος ξηρᾶναι τῶν ἁμαρτιῶν.
Ἐκ δεξιῶν παρέστης ὡς Βασίλισσα
χρυσέοις κροσσωτοῖς, Θεοχαρίτωτε,
πεποικιλμένη ἀρετῶν ταῖς χάρισι,
Χριστὸν τὸν Βασιλέα ἡ κυήσασα.
Ὡς κιβωτὸς τοῦ θείου ἁγιάσματος
ἁγίασόν μου τὴν ψυχὴν καὶ τὴν διάνοιαν
καὶ τὴν καρδίαν, Κόρη, φωταγώγησον
καὶ φωτεινόν με, ἱκετεύω, ποίησον.
Ἁγία Θεοτόκε, Σὺ βοήθει μοι
ἀεὶ βυθιζομένῳ ἐν ταῖς ἡδοναῖς,
ἐν ραθυμίαις κλίνῃ ἐρριμμένῳ μοι
καὶ στένοντι, Παρθένε νύμφη Πάναγνε.
Θεοχαρίτωτε Παρθένε Πάνσεμνε,
περιοχήν Σε ἔσχεν ὁ ἀχώρητος
καὶ ἀπερίγραπτος Θεός, ὁ ὑπερούσιος,
καὶ πλατυτέραν οὐρανῶν ἀνέδειξε.
Ἁγίου Νεκταρίου, «Θεοτοκάριον».
Πηγή
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΠΡΟΗΓΟΥΜΕΝΟ ΑΡΘΡΟ
Το λάθος που κάνουν όλοι όταν μετακομίζουν σε ένα νέο σπίτι
ΣΧΟΛΙΑΣΤΕ