2019-08-14 11:40:11
Ὀκτάηχον Δοξαστικόν τοῦ Ἑσπερινοῦ τῆς Ἑορτῆς τῆς Κοιμήσεως τῆς Θεοτόκου. Ἠχογραφημένο ἀπὸ πρόβα τῆς Χορῳδίας τοῦ Θρασυβούλου Στανίτσα στὴν Πόλη.
Δόξα... Καὶ νῦν... Ἦχος α΄
Θεαρχίῳ νεύματι, πάντοθεν οἱ θεοφόροι Ἀπόστολοι, ὑπὸ νεφῶν μεταρσίως αἰρόμενοι.
Ἦχος πλ. α΄
Καταλαβόντες τὸ πανάχραντον, καὶ ζωαρχικόν σου σκῆνος, ἐξόχως ἠσπάζοντο.
Ἦχος β΄
Αἱ δὲ ὑπέρτατοι τῶν οὐρανῶν Δυνάμεις, σὺν τῷ οἰκείῳ Δεσπότῃ παραγενόμεναι.
Ἦχος πλ. β΄
Τὸ θεοδόχον καὶ ἀκραιφνέστατον σῶμα προπέμπουσι, τῷ δέει κρατούμεναι, ὑπερκοσμίως δὲ προῴχοντο, καὶ ἀοράτως ἐβόων, ταῖς ἀνωτέραις ταξιαρχίαις· ἰδοὺ ἡ παντάνασσα θεόπαις παραγέγονεν.
Ἦχος γ΄
Ἄρατε πύλας, καὶ ταύτην ὑπερκοσμίως ὑποδέξασθε, τὴν τοῦ ἀενάου φωτὸς Μητέρα.
Ἦχος βαρὺς
Διὰ ταύτης γὰρ ἡ παγγενὴς τῶν βροτῶν σωτηρία γέγονεν, ᾗ ἀτενίζειν οὐκ ἰσχύομεν, καὶ ταύτῃ ἄξιον γέρας ἀπονέμειν ἀδύνατον.
Ἦχος δ΄
Ταύτης γὰρ τὸ ὑπερβάλλον, ὑπερέχει πᾶσαν ἔννοιαν.
Ἦχος πλ. δ΄
Διὸ ἄχραντε Θεοτόκε, ἀεὶ σὺν ζωηφόρῳ Βασιλεῖ, καὶ τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ πάσης προσβολῆς ἐναντίας τὴν νεολαίαν σου· τὴν γὰρ σὴν προστασίαν κεκτήμεθα.
Ἦχος α΄
Εἰς τοὺς αἰῶνας, ἀγλαοφανῶς μακαρίζοντες.
Τὸ μουσικὸ κείμενο εἶναι ἀπὸ τὴ «Μουσικὴ Κυψέλη -- Δοξαστάριον» τοῦ Κ. Πρίγγου.
thriskeftika

VIDEO
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΠΡΟΗΓΟΥΜΕΝΟ ΑΡΘΡΟ
Εγκύκλιος Δεκαπενταυγούστου Μητροπολίτου Πειραιώς Σεραφείμ
ΣΧΟΛΙΑΣΤΕ