2021-09-08 14:21:28
Φωτογραφία για 4 Σεπτεμβρίου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. α΄ 3-9

3 Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, 5 ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, 6 καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, 7 ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· 8 ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 9 πιστὸς ὁ Θεὸς δι᾿ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ιθ΄ 3-12

3 Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες αὐτῷ· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; 4 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ᾿ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν, 5 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; 6 ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σάρξ μία
. ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. 7 λέγουσιν αὐτῷ· τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν; 8 λέγει αὐτοῖς· ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτω. 9 λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· καὶ ὁ ἀπολυμένην γαμήσας μοιχᾶται. 10 λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. 11 ὁ δὲ εἶπεν αὐτοῖς· οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ᾿ οἷς δέδοται· 12 εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω. καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΒΑΒΥΛΑΣ

Ὁ ἅγιος Βαβύλας ἑορτάζεται τήν 4η Σεπτεμβρίου. Ἔζησε στούς χρόνους τοῦ Νουμεριανοῦ τό 284 κι ἔγινε ἐπίσκοπος τῆς Ἀντιοχείας. Ἔμαθε λοιπόν ὅτι ὁ Νουμεριανός ἔσφαξε τόν γυιό τοῦ Πέρση βασιλιᾶ καί τόν ἴδιο τόν βασιλιά κράτησε ὥς ἐγγύηση τῆς εἰρήνης μέ τούς Πέρσες. Ἐπιπλέον θυσίασε στά εἴδωλα καί προσπαθοῦσε νά μολύνει τήν Ἐκκλησία τῶν Χριστιανῶν, ζητώντας νά μπεῖ μέσα στόν χριστιανικό Ναό ἐνῶ ἦταν δολοφόνος καί εἰδωλολάτρης. Ὁ ἅγιος Βαβύλας, προκειμένου νά τόν ἐμποδίσει, στάθηκε στήν πύλη τοῦ Ναοῦ καί μέ ἁπλωμένο τό χέρι του στό στῆθος τοῦ μιαροῦ βασιλιᾶ, τόν ἐπετίμησε καί τόν ἔδιωξε. Ἐκείνη τή στιγμή ὁ βασιλιάς σιώπησε καί δέν ἀντιστάθηκε, φοβούμενος τήν ἀντίδραση τοῦ πλήθους τῶν χριστιανῶν, ἔφερε ὅμως βαρέως ὡς προσβολή τόν ἔλεγχο τοῦ ἁγίου. Τήν ἑπομένη κάλεσε τόν ἅγιο, ὁ ὁποῖος κατέπληξε τούς πᾶντες μέ τίς σοφές του ἀπαντήσεις καί ἀντιρρήσεις. Ὁ βασιλιάς μέ κολακεῖες καί φοβερισμούς προσπάθησε νά τόν κάνει νά ἀρνηθεῖ τήν πίστη του, χωρίς ἀποτέλεσμα ὅμως. Γι’ αὐτόν τόν λόγο τόν ἔδεσαν ἀπό τόν λαιμό μέ βαριές ἁλυσῖδες, τόν περιέφεραν στήν πόλη καί τόν φυλάκισαν. Τόν ἀκολουθοῦσαν τρία νεαρά ἀδέλφια, πού δέν ἤθελαν νά ἀποχωριστοῦν τήν διδασκαλία καί τήν γλυκειά παρουσία τοῦ δασκάλου τους. Τότε προσπάθησε νά πείσει κι αὐτούς ὁ βασιλιάς νά θυσιάσουν στά εἴδωλα, χωρίς ἀποτέλεσμα ὅμως. Κάλεσε τήν μητέρα τους, ἀλλά οὔτε αὐτή πειθόταν νά ἀρνηθεῖ τήν χριστιανική πίστη. Πρόσταξε λοιπόν ὁ ἀπάνθρωπος βασιλιάς, τήν μητέρα νά τήν χτυπήσουν στό πρόσωπο, στά παιδιά νά δώσουν ραβδισμούς, τόν ἅγιο δέ προσπάθησε νά τόν ἐξαπατήσει λέγοντάς του, ὅτι τά ἀδέλφια ἦταν ἔτοιμα νά θυσιάσουν στά εἴδωλα. Ἐκεῖνος κατάλαβε τήν ἀπάτη καί ἤλεγξε καί πάλι τόν βασιλιά. Τότε χωρίστηκε ὁ δάσκαλος ἀπό τούς μαθητές του καί προσπάθησαν ξανά νά κάμψουν τό γενναῖο τους φρόνημα. Τέλος διέταξε ὁ ἄσπλαχνος βασιλιάς νά ἀποκεφαλίσουν τά τρία παιδιά μπροστά στόν ἅγιο Βαβύλα καί τόν ἴδιο νά θανατώσουν μέ ξίφος. Τότε ἀναφώνησε ὁ ἅγιος τόν στίχο τοῦ Ἡσαΐα “ἰδοῦ ἐγώ καί τά παιδία, ἅ μοι ἔδωκε ὁ Θεός”. Μέ τέτοιο λοιπόν γενναῖο τρόπο ὑπερασπίστηκαν καί οἱ τέσσερις τήν πίστη τους καί ἐξεδήμησαν στεφανηφόροι στόν Κύριο.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.)

Ἱεραρχίας τῷ φωτὶ ἀπαστράπτων, δικαιοσύνης φυτοκόμος ἐδείχθης, ἀποτεμῶν τὴν ἄκανθαν τῆς πλάνης ἀληθῶς, ὅθεν τῶν αἱμάτων σου, φοινιχθεῖς ταὶς ρανίσι, τῷ Χριστῷ παρέστηκας, ἀνακράζων Βαβύλα, ἰδοὺ ἐγὼ καὶ τὰ παιδὶα Ἰησοῦ ὅθεν προσδέχου, ἠμᾶς ὡς ηὐδόκησας.

Μεγαλυνάριον

Πλήρης ὥν σοφίας τῆς θεϊκῆς, λόγοις εὐσεβείας, τούς τρεῖς παῖδας παιδοτριβεῖς, πρός ἄθλησιν θείαν, Βαβύλα Ἱεράρχα, μεθ’ ὧν καί ἀριστεύσας νομίμως ἔστεψας.

Πηγή: orthodoxostypos
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ