2022-01-28 18:18:01
Φωτογραφία για Εγκώμια εις τον Άγιο και Ένδοξο Ιερομάρτυρα Ιγνάτιο τον Θεοφόρο Επίσκοπο Αντιόχειας
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

ΣΤΑΣΙΣ Α΄. ῏Ηχος πλ.α΄. ῾Η ζωὴ ἐν τάφῳ.

῾Η ζωὴ ἁπάντων, σὲ ὡς βρέφος ἁγνόν, κατεβάστασεν ἀγκάλαις ᾿Ιγνάτιε, ὃς ἐκλήθης Θεοφόρος ἐφ᾿ ἑξῆς.

῾Αγιάσας πάτερ, ὁλικῶς σεαυτόν, ἐν τοῖς στέρνοις τὸν Χριστὸν ἐνεθρόνισας, βασιλέα ἐπιγνοὺς Αὐτὸν ζωῆς.

Βρῶσιν ἔχων θείαν, τὴν ἀγάπην Χριστοῦ, καὶ ποτόν σου τὴν εὐχὴν τὴν ἀέναον, συνηρμόσθης ἀχωρίστως μετ᾿ Αὐτοῦ.

Γνοὺς ἀπάτην βίου, τοῦ παρόντος Χριστῷ, ἐκολλήθης Θεοφόρε ᾿Ιγνάτιε, αἰωνίων τὴν στεῤῥότητα ποθῶν.

Δοὺς σαὐτὸν Κυρίῳ, ὡς ἐργάτης πιστός, τὴν υἱότητα ἐδέξω ὡς χάρισμα, καὶ μισθὸν τὴν Βασιλείαν οὐρανῶν.

᾿Ερασθεὶς ἀΰλως, αἰωνίαν ζωήν, κατεφρόνησας γηΐνων ᾿Ιγνάτιε, καὶ ὡς ἄγγελος ἐβίωσας Θεοῦ.

Ζῶν Κυρίῳ ἔζης, τῇ ζωῇ τοῦ παντός, διὸ δέδειξαι ᾿Ιγνάτιε ἔνδοξε, θεία βρύσις ἐκπηγάζουσα ζωήν.

᾿Ηλλοιώθης ὅλος, δι᾿ ἀγάπην Χριστοῦ, καὶ χριστόγραφος ἐγένου ᾿Ιγνάτιε, τόμος θείας ἀγαπήσεως πολλῆς.


Θεὶς αὐχένα πάτερ, τῷ ζυγῷ τοῦ Χριστοῦ, κατενέωσας ψυχῆς σου τὴν ἄρουραν, καὶ καρπὸν πολὺν ἀπέδωκας ἡμῖν.

῾Ιεράρχης θεῖος, κατεστάθης σοφέ, καὶ ποιμὴν ᾿Αντιοχείας περίδοξος, λειτουργῶν χερουβικῶς τῷ ᾿Ιησοῦ.

Κλίνων γόνυ πάτερ, εἰς εὐχὴν ἐκτενῆ, οὐρανόθεν ὑετοὺς κατεβίβαζες, τῇ σῇ ποίμνῃ καὶ λαῷ σου τῷ πιστῷ.

Λύσας πᾶσαν σχέσιν, μετὰ κόσμου φθαρτοῦ, προσηλώθης τῷ σταυρῷ τοῦ Δεσπότου σου, τὸ μαρτύριον Αὐτοῦ ποθῶν σφοδρῶς.

Μετὰ Πολυκάρπου, ἱεροῦ ἱερέ, ᾿Αποστόλων συνεργοὶ ἐγεγόνατε, καὶ μιμήματα ἐπάξια αὐτῶν.

Νύκτα καὶ ἡμέραν, ἐπισύστασις ἦν, ᾿Εκκλησίας ἡ φροντίς σοι ᾿Ιγνάτιε, ὡς ποιμένι τοῦ Χριστοῦ ἀληθινῷ.

Ξένων μυστηρίων, ἑρμηνεὺς ἀληθής, ἐκ τῆς πείρας ὤφθης πάτερ ᾿Ιγνάτιε, καὶ ζωῆς τῆς ἐν Χριστῷ μυσταγωγός.

Οὔτε κόσμου δόξα, οὔτε πλοῦτος πολύς, ἐνεπόδισαν σὸν ζῆλον ᾿Ιγνάτιε, θησαυρὸν ἐπιζητοῦντα οὐρανῶν.

Πέτρου κορυφαίου, ἀκουστὴς γεγονώς, ἐπὶ πέτραν τὴν ἀσάλευτον ὤρθωσας, ὦ ᾿Ιγνάτιε τὸν πύργον σῆς ζωῆς.

Ρητορεῖαι κόσμου, ὡς παιδίων μικρῶν, τὰ ψελλίσματα ἐφάνησαν ἅγιε, σοὶ πιόντι ρεῖθρα λόγου τοῦ Θεοῦ.

Σοὶ ἀπεκαλύφθη, ὡς Μωσῇ ἐν Σινᾷ, τὸ μυστήριον ᾿Ιγνάτιε Χάριτος, ἧς διάκονος ἐγένου θαυμαστός.

Τετρωμένος πόθῳ, τῆς ἀγάπης Χριστοῦ, ψαλμικῶς ἐφώνεις πάτερ ᾿Ιγνάτιε· πότε ὄψομαι τὸ πρόσωπον Αὐτοῦ;

῞Υδωρ ἐπεζήτεις, ἁλλομένης ζωῆς, οὐκ φρέατος πηγάζοντος ἅγιε, ἀλλ᾿ ἐκ πέτρας τοῦ ἀφθάρτου ᾿Ιησοῦ.

Φῶς ἐφάνης μέγα, ἐφελκύον Χριστῷ, τοὺς ὁρῶντάς σε καὶ μόνον ᾿Ιγνάτιε, διὰ βίου πεπλησμένου ἐκ φωτός.

Χαρισμάτων θείων, ὡς ταμίας σοφός, ᾿Εκκλησίᾳ ταῦτα πάτερ ἀνέθηκας, εἰς ἐπαύξησιν τοῦ οἴκου τοῦ Θεοῦ.

Ψυχικὴν εἰρήνην, δὸς τοῖς ψάλλουσι σοί, καὶ ἐν βίῳ προκοπὴν θεοχάριστον, ὡς φιλότεκνος ᾿Ιγνάτιε πατήρ.

῾Ωραιώθη κάλλος, ἀρετῆς σου σοφέ, μαρτυρίῳ δι᾿ ἀγάπην Κυρίου σου, ῟ῼ ἑστὼς μνήσθητι πάτερ καὶ ἡμῶν.

Δόξα. Τριαδικόν.

Πάτερ Λόγε Πνεῦμα, Παναγία Τριάς, ᾿Ιγνατίου ἱκεσίαις διάσῳζε, τοὺς ὑμνοῦντάς σε ἐκ πάσης ἀπειλῆς.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε Κόρη, ἱεράρχην κλεινόν, συμπαράλαβε εὐχέτην πρὸς Κύριον, ὅπως ῥύσηται κινδύνων τοὺς πιστούς.

ΣΤΑΣΙΣ Β΄. ῏Ηχος πλ.α΄. ῎Αξιόν ἐστιν.

῎Αξιον μισθόν, τῶν ἀγώνων σου δέχου ὦ πάτερ, οὓς ὑπὲρ Κυρίου ἐνήθλησας, ὕμνους τούτους οὓς προσφέρομέν σοι νῦν.

῎Αγγελοι τὴν σήν, κατεθαύμασαν διακονίαν, ὅτι ὡς ἀσώματος ἅγιε, ἐλειτούργησας Κυρίῳ Σαβαώθ.

Βέλος τὸ γλυκύ, ἀγαπήσεως Κυρίου πάτερ, σὴν ψυχὴν καιρίως κατέτρωσε, καὶ ἠλλοίωσε ζωήν σου θαυμαστῶς.

Γρήγορον τὸν νοῦν, εἰς κατάληψιν τῶν μυστηρίων, ἔχων ὦ ᾿Ιγνάτιε γέγονας, τηλεσκόπιον τῆς χάριτος Χριστοῦ.

Δρόμον σου καλῶς, τελειώσας τῆς ἱεραρχίας, στέφος μαρτυρίου ἀπείληφας, ἐν τῇ Ρώμῃ σπαραχθεὶς ὑπὸ θηρῶν.

῎Εδραμες ὁδόν, ὡσεὶ γίγας τοῦ Κυρίου πάτερ, πᾶσιν ἐπιστέλλων καὶ πατρικῶς, στερεῶν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ.

Ζῶν ἐν τῷ Χριστῷ, Θεοφόρε καθηγιασμένε, οὐκ ἠνέσχου ὅλως τὸ μὴ θανεῖν, πτερωθεὶς τῇ καταφλέξει τοῦ Χριστοῦ.

῞Ηψατο Χριστός, σοῦ τῆς κεφαλῆς πάτερ ὡς βρέφους, καὶ ἀγκαλισθεὶς μετενήνοχεν, τῇ καρδίᾳ σου τὴν φλόγα τοῦ Θεοῦ.

Θῆρας νοητούς, κατενίκησας ἐν τῇ ζωῇ σου, ὅθεν αἰσθητοὺς θῆρας ἅγιε, οὐ πεφόβησαι ἀθλήσας καρτερῶς.

῎Ιαμα ψυχῶν, καὶ ἐπαύξησις θείας ἀγάπης, πᾶσι τοῖς πιστοῖς ὦ ᾿Ιγνάτιε, ἡ σὴ ἄθλησις κατέστη ἐσαεί.

Κόπον σου εἰδώς, ὁ Χριστὸς ὑπὲρ τῆς ᾿Εκκλησίας, δέδωκέ σοι στέφος ἀθάνατον, τὸ μαρτύριον ᾿Ιγνάτιε κλεινέ.

Λέουσι βορά, ἐν τῇ ῾Ρώμη πάτερ ἐπεδόθης, καὶ στηλογραφία ἐξαίσιος, θείου ἔρωτος ἐγένου τοῖς πιστοῖς.

Μάρτυς τοῦ Χριστοῦ, καὶ Τραπέζης θείας ὑπηρέτα, ἔνθα νῦν οἰκεῖς προευτρέπισον, τοῖς τιμῶσί σε τὸ δεῖπνον τὸ τερπνόν.

Νίκην πάτερ δός, τοῖς γεραίρουσι σὴν θείαν μνήμην, κατὰ τῶν παθῶν καὶ τοῦ δαίμονος, ἐν πολλῇ ὑπομονῇ καρτερικῶς.

Ξένος πάτερ ὤν, τῶν γηΐνων εἰς τοὺς οὐρανούς μετέστης, διὰ μαρτυρίου σου θαυμαστοῦ, καὶ πρεσβεύεις τῷ Δεσπότῃ ἐκτενῶς.

῞Ορους ὑπερβάς, ὦ ᾿Ιγνάτιε φύσεως ταύτης, ἔπνεις τὸν ἀέρα τοῦ Πνεύματος, οὗ τρυφᾶς νῦν ἐκτενῶς ἐν οὐρανοῖς.

Πῦρ βαλὼν τῇ σῇ, θείου ἔρωτος καρδίᾳ πάτερ, κατὰ τὴν σὴν κλῆσιν πυρίφλεκτος, ἀπεδείχθης ὦ ᾿Ιγνάτιε κλεινέ.

῾Ρῶσιν ταῖς ψυχαῖς, δίδου πάτερ θείαις σου πρεσβείαις, ὅπως τὸν ἀγῶνα τελέσωμεν, καὶ τοῦ στέφους ἐπιτύχωμεν ζωῆς.

Σῶμά σου φθαρτόν, μὴ φεισθεὶς πάτερ διὰ Δεσπότην, εἴληφας τὴν χάριν ἰάσεων, τοῖς προσπίπτουσι λειψάνοις σου σεπτοῖς.

Τύραννον ὠμόν, ἐμυκτήρισας θείοις σου λόγοις, καὶ εἰδωλικὴν πλάνην ἤλεγξας, ὦ ᾿Ιγνάτιε τῷ Πνεύματι ῥωσθείς.

῞Υψωσον ἡμῶν, τὰς ψυχὰς καὶ τὰς καρδίας πάτερ, θείαις σου εὐχαῖς πρὸς τὸν Κύριον, ῝Ον ἠγάπησας ἐξ ὅλης σου ψυχῆς.

Φώτισον τὸν νοῦν, τῶν ὑμνούντων σε ὦ ῾Ιεράρχα, ὅπως ἐνορᾷν δόξαν μένουσαν, ἧς μετέχεις δαψιλῶς τοῦ ᾿Ιησοῦ.

Χρῖσμα ἱερόν, δεδεγμένος ἀρχιερωσύνης, τοῦτο κατεπέχρωσας ἅγιε, ἐν τῇ ῾Ρώμῃ ἐναθλήσας θαυμαστῶς.

Ψάλλοντας ᾠδάς, ταύτας πάτερ ἐν σῇ θείᾳ μνήμῃ, πάντοτε μνημόνευε πρὸς Χριστόν, καὶ χαρίτωσον μενούσαις ἀρεταῖς.

῏Ω ἱεραρχῶν, καὶ μαρτύρων τοῦ Χριστοῦ τὸ κλέος, τὴν εἰρήνην δίδου θεοπρεπῶς, τοῖς τὴν μνήμην σου τελοῦσιν ἐκ ψυχῆς.

Δόξα. Τριαδικόν.

Πάτερ καὶ Υἱέ, σὺν τῷ Πνεύματι τῷ παναγίῳ, Θεοφόρου δέχου τὰς ἱεράς, ἱκεσίας καὶ εὐχὰς ὑπὲρ ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ ἀγαθή, Παναγάθου ᾿Ιησοῦ Δεσπότου, σὺν τῷ ᾿Ιγνατίῳ ὑπὲρ ἡμῶν, ἐκδυσώπει παῤῥησίᾳ μητρικῇ.

ΣΤΑΣΙΣ Γ΄. ῏Ηχος γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ πιστῶν σε, ὕμνοις ἐγκωμίων, ᾿Ιγνάτιε τιμῶσιν.

῎Αρτος ἐψημένος, διὰ τοῦ μαρτυρίου, Χριστῷ ἐδείχθης πάτερ.

Βρῶσιν οὐρανίαν, δὸς τοῖς ὑμνηταῖς σου, ᾿Ιγνάτιε θεόφρον.

Γέρας ἀθανάτου, ζωῆς εὗρες παμμάκαρ, διὰ τοῦ μαρτυρίου.

Δῶρον σῶν ἀγώνων, ᾿Ιγνάτιε ἐδέξω, τὸ στέφος ἀφθαρσίας.

᾿Εν ᾿Αντιοχείᾳ, καλῶς ἱεραρχήσας, ἐνήθλησας ἐν ῾Ρώμῃ.

Ζῶν ζωὴν Κυρίου, Αὐτὸν μόνον ἐπόθεις, ὡς ἔλαφος διψῶσα.

῎Ηνυσας τὸν δρόμον, διὰ τοῦ μαρτυρίου, ᾿Ιγνάτιε θεόφρον.

Θάνατον ἐννόεις, ζωὴν ἄνευ Κυρίου, διὸ θανὼν ζῇς πάτερ.

῾Ιεροῦ συλλόγου, τῶν θείων ᾿Αποστόλων, συνόμιλος ἐγένου.

Καῦσιν τῆς καρδίας, διὰ τοῦ μαρτυρίου, ἀπέσβεσας παμμάκαρ.

Λέουσιν ἐδόθης, εἰς βρῶσιν Θεοφόρε, Χριστὸν Λέοντα θέλων.

Μέγας ἀνεδείχθης, ᾿Εκκλησιῶν προστάτης, γραφαῖς σου Θεοφόρε.

Νῦν τυχὼν σοῦ πόθου, μνημόνευε ὦ πάτερ, πάντας τοὺς σὲ

τιμῶντας.

Ξύλου Παραδείσου, τρυφῶν ὦ Θεοφόρε, ἡμῶν μὴ ἐπιλάθου.

῞Ολος κατεφλέγης, τῷ θείῳ πόθῳ πάτερ, καὶ ἔρωτι ἀΰλῳ.

Πῶς σε ἐπαξίως, ὑμνήσωμεν ἐν ὕμνοις, ᾿Ιγνάτιε χριστόφρον;

‘Ράνον θεῖα μῦρα, εὐχῶν σου οὐρανόθεν, σοῖς ὑμνηταῖς τρισμάκαρ.

Σῖτος χριστοφόρος, ἠλέσθης ἐν ταῖς μύλαις, λεόντων Θεοφόρε.

Τρῶσον τὰς καρδίας, ᾿Ιγνάτιε τῷ πόθῳ, τοῦ ἐραστοῦ Κυρίου.

῞Υλην δίδου πάτερ, φλογὶ θείας ἀγάπης, ἡμῖν ταῖς προσευχαῖς σου.

Φρούρει Θεοφόρε, τοὺς μνήμην σου τιμῶντας, ἀπὸ κακῶν παντοίων.

Χάριν δίδου πάτερ, ᾿Ιγνάτιε σοῖς δούλοις, Πνεύματος τοῦ Ἀγίου.

Ψώμισον ἐν ἄρτῳ, τῷ οὐρανίῳ πάτερ, ἡμᾶς πεινῶντας τοῦτον.

Ὣρᾳ τῇ ἐσχάτῃ, παράστηθι ὡς πρέσβυς, σοῖς δούλοις Θεοφόρε.

Δόξα. Τριαδικόν.

Πάτερ Λόγε Πνεῦμα, πρεσβείαις ᾿Ιγνατίου, σῶσον ἡμᾶς ὡς οἶσθα.

Καὶ νῦν. Θεοτοκίον.

Σὺν τῷ Θεοφόρῳ, Παρθένε ᾿Ιγνατίῳ, Χριστὸν ἡμῖν δυσώπει.

Πηγή: proseyxi
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ